Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.409
Not analysed yet
πείθει λοιπὸν ἐπ' ἐκεῖνο βαδίζειν, ὅτι δεήσει τὸν Κύριον, εἰ μηδενὸς ἐνόντος αὐτοῖς, ἀποτρέφειν βούλοιτο τοὺς πρὸς αὐτὸν ἐρχομένους ἀφάτῳ δυνάμει καὶ ἐξουσίᾳ θεοπρεπεῖ δημιουργῆσαι τροφάς. τοῦτο γὰρ ἦν ἔτι τὸ λειπόμενον, καὶ εἰς μόνας ὁρᾶν τὰς ἐντεῦθεν ἐλπίδας ἐκάλει λοιπὸν, κατὰ τοὺς παρ' Ἕλλησι ποιητὰς, —σιδήρεον ἕλκος ἀνάγκης. Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ. Ἀδρανῶς ὁ Φίλιππος οὐκ ἐπὶ τὸ πάντα δύνασθαι καὶ λίαν εὐκόλως τὸν Ἰησοῦν ἀναβαίνει πάλιν, ἀλλὰ τό Πόθεν ἀγοράσομεν ἀκούσας πειραστικῶς παραχρῆμα συναρπάζεται, καὶ εἰς μόνην ὁρᾷ τὴν διὰ χρημάτων ὁδὸν, οὐχ ἑτέρως ἀνυσθήσεσθαι τὴν τοῦ πράγματος ἐννοήσας φύσιν, εἰ μὴ θεσμῷ τῷ κοινῷ καὶ τῷ παρὰ πᾶσι κατειθισμένῳ· τοῦτο δὲ ἦν ἡ ἐκ δαπάνης φιλοτιμία. οὐκοῦν ὅσον εἴς τε τῶν μαθητῶν τὸ ἀφιλοχρήματον καὶ τὸ κεκτῆσθαι μηδὲν, καὶ εἰς αὐτὴν δὲ τοῦ Φιλίππου τὴν διάνοιαν, οὔπω τελείως πρὸς τὸ ἐξαίσιον τοῦ Σωτῆρος ἡμῶν ἀφορῶσαν ἀξίωμα, εἰς ἀδύνατόν πως περιτρέπεται λοιπὸν ἡ ἐπὶ τοῖς ὄχλοις φιλοτιμία. τοῦτο δὲ οὐ γέγονε, διεξάγεται δὲ τοῦ Σωτῆρος εἰς πέρας ἡ βούλησις. "Τὸ ἀδύνατον ἄρα παρὰ ἀνθρώποις δυνατὸν παρὰ τῷ Θεῷ," καὶ τῆς ἐνούσης ἀκολουθίας ἐν τῇ φύσει τῶν καθ' ἡμᾶς πραγμάτων, πανταχόθεν ἀμείνων ἡ θεία φαίνεται δύναμις, πάντα παραδόξως ἐξανύειν ἰσχύουσα, καὶ ὅσα τὸν ἐν ἡμῖν ἐξάλλεται νοῦν.