Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.410
Not analysed yet
Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου Ἔστι παιδάριον ὧδε, ὃ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; εἶπε δὲ ὁ Ἰησοῦς. Ἀδελφὰ τῷ Φιλίππῳ καὶ φρονεῖ καὶ λογίζεται, καὶ συγγενῆ πως ἔχων ἐν ἑαυτῷ τὴν ἐπὶ τῷ Σωτῆρι διάληψιν καὶ αὐτὸς ἐξελέγχεται. οὐ γὰρ ἐννοήσας τὴν δύναμιν, οὔτε μὴν ἐκ τῆς τῶν φθασάντων μεγαλουργίας ἐπὶ τὸ πάντα δύνασθαι τὸν Ἰησοῦν καὶ λίαν εὐπετέστατα παιδαγωγούμενος, καταμηνύει δὲ τὰ παρὰ τῷ παιδαρίῳ κείμενα, πλὴν ἀτονήσας ὁρᾶται περὶ τὴν πίστιν· ταῦτα γὰρ τί ἐστι φησὶν εἰς τοσούτους; καίτοι· χρὴ γὰρ ἤδη λέγειν· οὐχ ὑπεσταλμένως, μᾶλλον δὲ δεῖ πρὸς ἀνάμνησιν ἰέναι γοργῶς τῶν ἤδη παραδόξως τετελεσμένων, λογίζεσθαι δὲ ὅτι ξένον ἦν ἔργον ἢ καὶ ἀλλότριον οὐδαμῶς τοῦ μετασκευάσαντος εἰς οἶνον τὴν τοῦ ὕδατος φύσιν, τοῦ θεραπεύσαντος τὸν παράλυτον, καὶ τὴν οὕτω μακρὰν ἀῤῥωστίαν ἑνὶ κατασοβήσαντος λόγῳ, καὶ ἐκ τοῦ μὴ ὄντος δημιουργῆσαι τροφὰς, καὶ ὀλίγας κομιδῆ τὰς ηὑρημένας πολυπλασιάσαι θεϊκῶς. ἡ γὰρ ἐν ἐκείνοις ἐξουσία, πῶς οὐκ ἂν ἔχοι καὶ τὸ ἐν τούτοις δραστικόν; οὐκοῦν ἀδρανέστερον μέν πως ἤπερ ἐχρῆν ἡ τῶν μαθητῶν ἀπεκρίνετο ξυνωρίς. πλὴν ἀθρητέον ἐν τούτῳ πάλιν ἐκεῖνο. τὰ γὰρ δοκοῦντα τοῖς ἁγίοις καὶ διεπταῖσθαι κατὰ βραχὺ, τοῦ χρησίμου πολλάκις οὐκ ἀμοιρεῖ, ἀλλ' ἔχει τι συμπεπλεγμένον, ὃ τῇ τοῦ πράγματος φύσει λυσιτελεῖ, περὶ ἣν ἂν γένοιτο τῆς δοκούσης ἀσθενείας αὐτῶν τὰ ἐγκλήματα· λογισάμενοι γὰρ οἱ μνημονευθέντες ἅγιοι μαθηταὶ, καὶ σαφῶς εἰρηκότες, ὁ μὲν ὅτι "Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς "ἵνα ἕκαστος βραχύ τι λάβῃ·" ὁ δὲ, περί τε τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων, ὅτι ταῦτα τί ἐστιν εἰς τοσούτους;