Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.42
Not analysed yet
τοῦτο ἄτοπον· οὐκοῦν οὐκ ἐλάττων ὁ Υἱὸς, ἐν ᾧπερ ἐξεικονίζεται τέλειος ὢν ὁ Πατήρ. Ἄλλο. Καὶ πῶς ἂν τὸ ἔλαττον, ἢ ἐν οἷσπέρ ἐστιν ὁ Πατὴρ, ὢν ὁ Υἱὸς ἐπιδέξηται, λέγων ἀνεγκλήτως "Πάντα "ὅσα ἔχει ὁ Πατὴρ ἐμὰ ἐστί·" καὶ πάλιν, ὡς πρὸς τὸν Θεὸν καὶ Πατέρα, ὅτι "πάντα τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά;" εἰ γὰρ ὄντως ἐστὶ κατὰ τὴν τινῶν ἀβουλίαν ἐλάττων ὁ Υἱὸς, ἐπειδήπερ ἀληθεύει λέγων πρὸς τὸν Πατέρα "Τὰ ἐμὰ σά "ἐστι καὶ τὰ σὰ ἐμὰ," χωρήσει καὶ ἐπὶ τὸν Πατέρα τὸ ἔλαττον, καὶ τὸ μεῖζον ὁμοίως ἐπὶ τὸν Υἱὸν, ἀδιαφορούσης τῆς τῶν πραγμάτων τάξεως, εἴπερ ἐν ἑκατέρῳ τὰ ἑκατέρῳ προσόντα φαίνεται, καὶ ὅπερ ἂν εἴη τοῦ Πατρὸς, τοῦτό ἐστι καὶ τοῦ Υἱοῦ, καὶ πάλιν, ὅπερ ἂν ὑπάρχον ἴδιον φαίνηται τοῦ Υἱοῦ, τοῦτό ἐστι καὶ τοῦ Πατρός. οὐδὲν οὖν κωλύσει λέγειν ἐλάττονα τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ μείζονα τοῦ Πατρὸς τὸν Υἱόν. ἀλλ' ἔστι τῶν ἀτοπωτάτων, καὶ μόνον ἐννοεῖν τι τοιοῦτον· ἴσος ἄρα καὶ οὐκ ἐλάττων ὁ κοινὰ πρὸς τὸν Πατέρα τὰ τῆς οὐσίας ἔχων πλεονεκτήματα. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ, ταῦτα πάντως ἐστὶ τοῦ Υἱοῦ, ἔστι δὲ ἐν Πατρὶ τὸ τέλειον, τέλειος ἔσται καὶ ὁ Υἱὸς ὁ τοῦ Πατρὸς ἔχων τὰ ἴδια καὶ ἐξαίρετα. οὐκοῦν οὐκ ἐλάττων, κατὰ τὴν τῶν αἱρετικῶν δυσσέβειαν. Ἄλλο διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, μετὰ συμπλοκῆς συλλογισμοῦ. Λεγέτωσαν ἡμῖν οἱ τὴν ἄσβεστον φλόγα τῆς ἑαυτῶν καταχέοντες κεφαλῆς, καὶ τὴν μὲν ἐν τοῖς θείοις δόγμασιν ὀρθότητα παραιτούμενοι, στροφὰς δὲ ποικίλων ἐπινοοῦντες