Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.411
Not analysed yet
αἴρουσί πως εἰς ὕψος τὸ θαῦμα, καὶ περιφανεστάτην ἀπεργάζονται τὴν τοῦ Σωτῆρος ἰσχὺν, τὴν ὅσον οὐδέπω κορεσθησομένην πληθὺν διὰ τῶν οἰκείων κατασημήναντες λόγων, καὶ περιτέτραπται τῆς ἀπιστίας ἡ δύναμις εἰς ἀγαθὴν μαρτυρίαν τὴν ἐπὶ Χριστῷ. δι' ὧν γὰρ τοῖς ὄχλοις οὐκ ἐξαρκέσειν ὡμολογήκασι πρὸς βραχεῖαν ἀπόλαυσιν τῶν τοσούτων ἀργυρίων τὸ μέτρον, διὰ τούτων αὐτῶν τὴν ἀπόῤῥητον τοῦ ἑστιῶντος καταστέφουσι δύναμιν, ὅτε δὴ καὶ ἐνόντος οὐδενός· τί γὰρ ἦν εἰς τοσούτους τὰ παρὰ τῷ παιδαρίῳ κατὰ τὸν Ἀνδρέου λόγον; τὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης καὶ σφόδρα πλουσίως ἐκβέβηκε. Τοιαύτην τινὰ κατὰ τὴν ἔρημον καὶ τὴν τοῦ πανσόφου Μωυσέως ὀλιγοπιστίαν εὑρήσομεν. ἔκλαιον μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ, καὶ πρὸς βδελυρὰν ἐπιθυμίαν τῶν ἐν Αἰγύπτῳ τραπεζῶν κατηρεθισμένοι, λέβητας μὲν ἀκαθάρτους ἐφαντάζοντο κρεῶν, κρομμύων δὲ καὶ σκορόδων καὶ τῆς ἐν τοῖς ὁμοειδέσι χυδαιότητος εἰς ἐκτοπωτάτην ἐκνεύοντες ἡδονὴν, καὶ τῶν θείων ἀλογήσαντες ἀγαθῶν, ἐπεφύοντό πως καὶ τῷ μεσιτεύοντι καὶ παιδαγωγοῦντι Μωυσεῖ. ἀλλ' οὐκ ἠγνόει Θεὸς τὰ ἐφ' οἷς ἀνοιμώζειν ἡ πληθὺς ἠπείγετο, καὶ δὴ καὶ ἐπιδώσειν αὐτοῖς κρέα κατεπηγγέλλετο. ἐπειδὴ δὲ ἦν ἐν ἐρήμῳ τῆς φιλοτιμίας ἡ ὑπόσχεσις, καὶ δυσήνυτόν πως, ὅσον ἧκεν εἰς ἀνθρώπινον νοῦν, ἐδόκει τὸ πρᾶγμα, πρόσεισιν ἀναβοῶν ὁ Μωυσῆς "Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς ἐν οἷς "εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπες Κρέα δώσω αὐτοῖς, καὶ φά"γονται μῆνα ἡμερῶν· μὴ πρόβατα καὶ βόες σφαγήσονται "αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;" καὶ τί πρὸς ταῦτα Θεός; "Μὴ χεὶρ Κυρίου οὐκ ἀρκέσει;" περὶ τί γὰρ ἂν καὶ ἀδυνατήσαι Θεός; Οὐκοῦν ἐρεῖ τις εὐλόγως, καὶ ἐπὶ τοῖς παρὰ Φιλίππου τε