Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.412
Not analysed yet
καὶ Ἀνδρέου λόγοις Μὴ χεὶρ Κυρίου οὐκ ἀρκέσει; δεχόμενοι δὲ καὶ ἡμεῖς εἰς παραδείγματος τρόπον τὴν τοῦ πράγματος φύσιν, νοσημάτων ἔσχατον καὶ παντὸς ἐπέκεινα κακοῦ τὴν ὀλιγοπιστίαν ἡγώμεθα, κἂν ἐργάζηται Θεὸς, ἢ καὶ δράσειν ἐπαγγέλληται, πίστει δὴ πάντως ἀπεριεργάστῳ γινέσθω δεκτὸν, καὶ μὴ τῷ μὴ δύνασθαι νοεῖν, ὅπως ἔσται τὰ ὑπὲρ ἡμᾶς, ἐπ' ἀσθενείᾳ τῇ ἐπί τισι κατηγορείσθω τὸ θεῖον. πρέποι δ' ἂν τῷ ἀγαθῷ καὶ σώφρονι καὶ βεβηκότα καλῶς φρονοῦντι τὸν λογισμὸν, κἀκεῖνο λαμβάνειν εἰς νοῦν, ὡς καὶ ὁ τοῦ σώματος ὀφθαλμὸς, οὐκ ὅσον ἂν βούλοιτό τις, τοσοῦτο δὴ πάντως καὶ κατόψεται, ἀλλ' ὅσον ἐνδέχεται, καὶ τὸ τῆς φύσεως ἡμῶν ἐφίησι μέτρον· τὰ δὲ ἐν ὕψει πολλῷ λίαν ἀνατεθειμένα, κἂν ὅλως φαντάζηται, διακρίνειν οὐ δύναται, λεπτοτάτην ἐπ' αὐτοῖς καὶ μόλις ἁρπάζων τὴν θεωρίαν. οὕτω μοι νόει καὶ τὸν ἀνθρώπινον νοῦν· μέχρι γὰρ τῶν δοθέντων ὅρων αὐτῷ παρὰ τοῦ πεποιηκότος ἐφικνεῖται καὶ ἐκτείνεται, κἂν ὅλως ὑπάρχῃ κεκαθαρμένος· ὄψεται γὰρ οὐδὲν τῶν ὑπερκειμένων, παραχωρήσει δὲ καὶ οὐχ ἑκὼν τοῖς ὑπὲρ τὴν φύσιν, οὐδαμόθεν ἔχων αὐτῶν περιδράττεσθαι· πίστει τοίνυν τὰ ὑπὲρ ἡμᾶς, καὶ οὐ ζητήσει λαμβάνεται, καὶ θαυμάζεται μὲν ὁ οὕτω πιστὸς, ἐπεὶ ἀνεπιτίμητος δὲ οὐδαμῶς ὁ τοῖς ἐναντίοις περιπεσών· καὶ ἐπὶ τούτῳ πάλιν αὐτὸς ἡμῖν ὁ Σωτὴρ μαρτυρήσει λέγων "Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ "κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται." Διειληφότες δὲ ἅπαξ τὸν λόγον τὸν ἐπὶ τῷ χρῆναι μὴ ἀπιστεῖν τῷ Θεῷ, φέρε δή τι πάλιν ἐκ τῶν ἱερῶν γραμμάτων ἀναδεξάμενοι παραθῶμεν εἰς μέσον, καὶ τὴν ἐπὶ ταῖς ἀπιστίαις κόλασιν ἐκλαμπρύνωμεν πρὸς ὠφέλειαν τῶν ἐντευξομένων. οὐκοῦν· ἐπ' αὐτὸν γὰρ εἶμι πάλιν τὸν ἱεροφάντην Μωυσέα· ἐκελεύετό ποτε κατὰ τὴν ἔρημον ἀφορήτῳ δίψει