Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.413
Not analysed yet
καταβαρυνθέντος τοῦ λαοῦ, κοινωνὸν μὲν ποιεῖσθαι τὸν Ἀαρὼν, κατακρούειν δὲ τῇ ῥάβδῳ τὴν πέτραν, ἵνα καὶ ὑδάτων ἀνομβρήσῃ πηγάς. ἀλλ' οὐ σφόδρα τοῖς τοῦ προστάττοντος ἀναπεπεισμένος λόγοις, ὀλιγοψυχήσας δέ πως διὰ τὸ ἀνθρώπινον "Ἀκούσατέ μου, φησὶν, οἱ ἀπειθεῖς· "μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; καὶ ἐπάρας "Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τῇ ῥάβδῳ τὴν πέτραν "ἅπαξ καὶ δὶς, καὶ ἐξῆλθεν ὕδωρ πολύ· καὶ εἶπε Κύριος "πρὸς Μωυσῆν καὶ Ἀαρών Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι "με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε "ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα "αὐτοῖς." ἆρ' οὖν ἐντεῦθεν οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς, ὅπως ἐστὶ χαλεπὰ τῆς ἀπιστίας τὰ ὀψώνια; καὶ εἰ τοσοῦτος ὑπάρχων ἐπετιμήθη Μωυσῆς, τίνος ἔτι φείσεται Θεὸς, τίνι δὲ οὐκ ἐποίσει τὸν ἐφ' οἷς ἂν ἀπιστήσῃ θυμὸν ὁ οὕτως ἀπροσωπόληπτος, ὡς μηδὲ αὐτὸν ἐθελῆσαι δυσωπεῖσθαι Μωυσέα, πρὸς ὃν εἴρηται παρ' αὐτοῦ "Οἶδά σε παρὰ πάν"τας, καὶ χάριν εὗρες παρ' ἐμοί." Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ· ἀνέπεσον οὖν ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. Πρᾳότητα μὲν τὴν συνήθη τετίμηκεν ὁ Σωτὴρ, καὶ τὸ μὲν δριμὺ τῶν ἐλέγχων ἀφίστησιν· οὐκ ἐπιτιμᾷ γὰρ δηκτικῶς, καίτοι καὶ λίαν νυστάζουσι τοῖς μαθηταῖς, ὅσον ἧκεν εἰς τὸ ἐπ' αὐτῷ μικρόψυχόν τε καὶ ὀλιγόπιστον· παιδαγωγεῖ δὲ μᾶλλον διὰ πραγμάτων αὐτῶν εἰς κατάληψιν ὧν οὔπω πιστεύουσι. τὸ γάρ Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν, οὐ μετρίαν ἔχει τὴν ἔμφασιν, μόνον δὲ οὐχὶ καὶ τοιοῦτόν τι