Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.414
Not analysed yet
λέγοντα δεικνύει τὸν Ἰησοῦν Ὢ βραδεῖς εἰς τὸ τὴν ἐμὴν συνιέναι δύναμιν, καὶ νοῆσαι τίς ὁ λαλῶν Ἀνακλίνατε τοὺς ἄνδρας, ἵν' ἐκ μηδενὸς τοῦ παρ' ὑμῖν κειμένου κατακορεσθέντας ὁρῶντες θαυμάζητε. ἀνακλίνατε τοὺς ἄνδρας. τοῦτο γὰρ αὐτοῖς τὸ λεῖπόν ἐστιν· οὐ γὰρ δηνάρια μὲν διακόσια τὰ ζωαρκῆ τοῖς ὄχλοις περιποιεῖν ἂν ἴσχυσε, χρημάτων δὲ τῶν ἐν ἀνθρώποις τὸ μεῖον ἐν τῷ δύνασθαι σώζειν, ἡ ἐμὴ κεκτήσεται δύναμις, ἡ πάντα πρὸς τὸ εἶναι καλοῦσα καὶ τῶν ἐξ οὐκ ὄντων δημιουργός· οὐδὲ Ἡλίας μὲν ὁ προφήτης ἀνενδεᾶ τὸν ἐλαιοφόρον τῆς χήρας ἐτίθει καμψάκην, μητέρα τε ἀνεκλείπτου τροφῆς τὴν ὑδρίαν ἀπετέλει, ὁ δὲ κἀκείνῳ τὸ δύνασθαι διδοὺς, οὐκ ἂν ἐξίσχυσε πολυτλασιάσαι τὸ μηδὲν, καὶ τὸ προστυχὸν ἁπλῶς τῆς ἀῤῥήτου φιλοτιμίας ἐργάσασθαι πηγὴν, καὶ ἀδοκήτου χάριτος ἀρχήν τε καὶ ῥίζαν; Τοιαῦτα μὲν οὖν ἐννοῆσαι τυχὸν οὐκ ἀπίθανον διὰ τῆς ἐμφάσεως οἱονεὶ λέγοντα τὸν Χριστόν· ἐπισημαίνεται δὲ χρησίμως ὁ μακάριος Εὐαγγελιστὴς, ὅτι καὶ χόρτος ἦν ἐν τῷ τόπῳ πολὺς, ἐπιτηδείως ἔχοντα τὸν χῶρον πρὸς τὸ καὶ δεῖν ἀνακλίνεσθαι τοὺς ἄνδρας ἐπιδεικνύς. ἐπιτήρει δὲ ὅπως ἀναμεμιγμένης εἰς ἑαυτὴν τῆς τῶν τρεφομένων πληθύος, καὶ γυναικῶν δηλονότι παρουσῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀπηριθμήσατο, ταῖς κατὰ τὸν νόμον ὡς οἶμαι συνηθείαις ἀκολουθῶν. διατάττοντος γὰρ τοῦ Θεοῦ, καὶ πρὸς τὸν ἱεροφάντην λέγοντος Μωυσέα "Λάβετε ἀρχὴν πάσης "συναγωγῆς υἱῶν Ἰσραὴλ κατὰ συγγενείας, κατ' οἴκους "πατριῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος, κατὰ κεφαλὴν αὐτῶν, "πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῖς καὶ ἐπάνω·" ἀπετελεῖτο τὸ προσταχθὲν, καὶ μακρὸν μὲν ὀνομάτων ὁ προφήτης συνετίθει