Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.415
Not analysed yet
κατάλογον, θηλειῶν δὲ παντελῶς καὶ μειρακιώδους ἡλικίας ἀλογήσας ὁρᾶται, καταγράφει δὲ ὄχλον τὸν ἡβήσαντα. τίμιον γὰρ καὶ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικὸν, καὶ οὐ νηπιάζον εἰς φρόνησιν τὴν ἐπ' ἀγαθοῖς. οὐκοῦν καὶ συνήθειαν διὰ τούτου τετίμηκε νομικὴν, καὶ θεώρημά τι πάλιν διαπλάττει πνευματικόν· ἢ γὰρ οὐκ εὐλόγως ἐροῦμεν εἰς ὅλην τοῦ προκειμένου τὴν διάνοιαν βλέποντες, ὅτι τὸν μὲν ὑβριστὴν καὶ ἀλαζόνα τῶν Ἰουδαίων λαὸν, καὶ ἐκτρέπεται δικαίως καὶ καταλιμπάνει Χριστὸς, προσδέχεται δὲ καὶ λίαν ἡδέως τοὺς προσιόντας αὐτῷ, καὶ ταῖς οὐρανίοις καταπιαίνει τροφαῖς, ἄρτον ὀρέγων τὸν νοητὸν, τὸν στηρίζοντα καρδίαν ἀνθρώπου; ἀποτρέφει δὲ οὐκ ἐπιπόνως αὐτοὺς, ἀλλ' ἱλαρῶς τε καὶ ἀνειμένως, καὶ μετὰ πολλῆς τῆς ἐν εὐλαβείᾳ τέρψεως. τοῦτο γὰρ ἡμῖν ἡ ἐπὶ τῷ χόρτῳ τῶν ὄχλων κατάκλισις σημαίνει, ὡς ἤδη καὶ πρέπειν ἑκάστῳ τῶν τῆς τοιαύτης ἠξιωμένων χάριτος τὸ ἐν ψαλμοῖς ἐκεῖνο λέγειν "Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον "χλόης ἐκεῖ με κατεσκήνωσεν." ἐν πολλῇ γὰρ τέρψει καὶ τρυφῇ ταῖς τοῦ Πνεύματος χορηγίαις ὁ τῶν ἁγίων ἐκτρέφεται νοῦς, κατὰ τὸ εἰρημένον ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Φάγετε καὶ πίετε καὶ μεθύσθητε οἱ πλησίον." πολλῶν δὲ ὄντων καὶ ἀναμὶξ, καθάπερ ἤδη προειρήκαμεν, τῶν ἀνακειμένων ἀνδρῶν ἐπεμνήσθη μόνων, ἀποσιωπήσας γυναῖκας καὶ τέκνα χρησίμως τῷ θεωρήματι. διδάσκει γὰρ ἡμᾶς ὡς δι' αἰνίγματος, ὅτι τοῖς ἀνδριζομένοις, εἰς τὸ ἀγαθὸν δηλονότι, πρεπωδέστερόν πως καὶ οἰκειότερον ἡ παρὰ τοῦ Σωτῆρος χορηγηθήσεται τροφὴ, καὶ οὐχὶ τοῖς ἐκθηλύνεσθαι πεφυκόσιν εἰς ἕξιν οὐκ ἀγαθὴν, ἀλλ' οὐδὲ τοῖς νηπιάζουσι ταῖς φρεσὶν, ὡς διὰ τοῦτο μηδὲν συνιέναι δύνασθαι τῶν ἀναγκαίων εἰς γνῶσιν.