Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.416
Not analysed yet
Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς ἀνακειμένοις· ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. Εὐχαριστεῖ μὲν εἰς τύπον ἡμέτερον, καὶ τῆς ὀφειλούσης ἡμῖν ἐνυπάρχειν εὐλαβείας ὑπογραμμόν. ἀνατίθησι δὲ πάλιν, ὡς ἄνθρωπος, τῇ θείᾳ φύσει τὴν ἐπὶ τῷ παραδόξῳ δύναμιν. κατείθισται γάρ πως οὗτος ὁ τρόπος αὐτῷ, καὶ ὠφελοῦντι πρὸς ὑπογραμμὸν εὐλαβείας, καθάπερ εἰρήκαμεν, τοὺς ἐφ' οἷς ἀναδειχθῇ τῶν καλλίστων εἰσηγητὴς, καὶ οἰκονομικῶς κατακρύπτοντί πως ἔτι τὸ θεοπρεπὲς ἀξίωμα, πρὶν ἐπιστῆναι τοῦ παθεῖν τὸν καιρόν· ἦν γὰρ δὴ καὶ διὰ φροντίδος αὐτῷ τὸ λαθεῖν ἐπείγεσθαι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. διάτοι τοῦτο καὶ ἐν ἑτέροις τὰς μὲν ἀνθρώποις πρεπούσας σχηματίζεται φωνὰς, ὡς ἄνθρωπος· θεραπεύει δὲ πάλιν τῶν ἀκροωμένων τὸν νοῦν, σοφωτάτην ἔσθ' ὅτε ποιούμενος τὴν ἐπαγωγὴν, ὡς ἐν τῷ "Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς "μου." ὁρᾷς, ὅπως ἀνθρωποπρεπὴς ὁ λόγος, καὶ τὴν τῶν ἀκεραιοτέρων διάνοιαν ἐκταράξαι δυνάμενος; ἀλλ' ὅτε τοῦτό φησιν, ὡς ἄνθρωπος, τότε δὴ πάλιν εὐθὺς τῆς οἰκονομίας ἐξηγεῖται τὸν τρόπον, καὶ τὸν ἐπὶ τῷ βούλεσθαι λανθάνειν σκοπὸν, ἄριστα δὴ λίαν οἰκονομῶν καὶ ἀνατειχίζων παραλελυμένον τῶν ἁπλουστέρων τὸν νοῦν. "Ἐγὼ γὰρ ᾔδειν," φησὶν, "ὅτι πάντοτέ μου ἀκούεις." τίνος οὖν ἕνεκα τοιαῦτα λαλεῖς; "Διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύ"σωσι, φησὶν, ὅτι σύ με ἀπέστειλας." ἆρ' οὖν οὐκ ἂν γένοιτο διὰ τούτων καταφανὲς, ὅτι πολυτρόπως ἡμᾶς ὠφελῶν, καὶ τὸν κεκρυμμένον τῆς μετὰ σαρκὸς οἰκονομίας, ὡς ἂν αὐτῷ πρέποι, διανύων σκοπὸν, ταπεινότερά πως, ἢ ἐν οἷς ἐστιν ἀληθῶς, ἔσθ' ὅτε λαλεῖ; ὡς οὖν ἐν ἐκείνοις οἰκονομι-