Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.43
Not analysed yet
συλλογισμῶν πρὸς ἀπάτην τῶν ἀκεραιοτέρων καὶ ἀνατροπὴν, πότερόν ποτε κρείττων ἐστὶν ὁ Πατὴρ τοῦ Υἱοῦ, τὸ μεῖζον ὡς πρὸς αὐτὸν ἔχων, εἴπερ ἐλάττων ἐστὶ, καθὼς ἐκεῖνοι ληροῦντές φασιν, ἢ οὐχί; ἀλλ' οἶμαι δὴ πάντως, ὅτι Κρείττων ἐροῦσιν. ἢ λεγέτωσαν τί τὸ περισσὸν ἐν τῷ κεκτῆσθαι τὸ μεῖζον ὁ Πατὴρ ἔχων φανεῖται, εἰ μὴ κρείττων ἐστίν; εἰ μὲν γὰρ ὅλως οὐδὲν, λέλυται λοιπὸν ἤδη πᾶν τὸ ἐφ' Υἱοῦ κατηγόρημα· εἰ δὲ πολύ τι τὸ διάφορόν ἐστι, κρείττων ἄρα λοιπὸν, ὡς ἔχων τὸ μεῖζον. ἀπολογείσθωσαν τοίνυν, καὶ διδασκέτωσαν ἡμᾶς, εἴπερ εἰσὶν ὄντως σοφοὶ, τοῦ δὴ χάριν γεννήσας τὸν Υἱὸν ὁ Πατὴρ, οὐκ ἴσον ἑαυτῷ γεγέννηκεν, ἀλλ' ἐλάττονα. εἰ μὲν γὰρ φαίνοιτο κρεῖττον τὸ ἴσον ἑαυτῷ κατὰ πάντα γεννῆσαι τὸν Υἱὸν, τίς ὁ κωλύσας τοῦτο ποιεῖν; εἰ μὲν γάρ τι τὸ κωλύσαν ὡς ἐξ ἀνάγκης ἐστὶν, ὁμολογήσουσι καὶ οὐχ ἑκόντες εἶναί τι τὸ μεῖζον τοῦ Πατρός. εἰ δὲ τὸ κωλύον ἦν ὅλως οὐδὲν, ἔχων δὲ τὴν ἐξουσίαν, καὶ εἰδὼς, ὅτι κάλλιόν ἐστι γεννῆσαι τὸν Υἱὸν ἴσον, βεβούληται τὸν ἐλάττονα, φθόνος ἄρα περὶ αὐτὸν καὶ βασκανία γενομένη φαίνεται· οὐ γὰρ ἠθέλησεν ἀποδοῦναι τὸ ἴσον τῷ Υἱῷ. ἢ τοίνυν ἀδυνατήσει περὶ τὴν γέννησιν ὁ Πατὴρ, ἢ βάσκανος ἔσται κατὰ τὸ ἐκ τῶν συλλογισμῶν συναγόμενον θεώρημα, ἂν ἔχῃ τὸ ἔλαττον ὁ Υἱὸς κατὰ τὸν ἐκείνων λόγον. ἀλλὰ τοῦτο ἄτοπον· ἄνω γὰρ πάθους παντὸς ἡ θεία καὶ ἀκήρατος φύσις. οὐκοῦν οὐκ ἐλάττων ὁ Υἱὸς, ἵνα μὴ τὸ ἴσον ἀπολέσῃ, κατ' οὐδένα τρόπον ἀτονήσαντος τοῦ Πατρὸς περὶ τὸ ἴσον ἑαυτοῦ γεννῆσαι τὸν ἐξ αὐτοῦ, μήτε μὴν ἐκ βασκανίας κεκωλυμένου τὸ ἐθελῆσαι τὸ ἄμεινον. Ἄλλο. Αὐτός που φησὶν ὁ Σωτὴρ, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρὶ, καὶ ὁ Πατὴρ δὲ ὁμοίως ἐν αὐτῷ. ἀλλ' ἔστι παντί που δῆλον, ὡς οὐ προσήκει νοεῖν, καθάπερ σῶμα ἐν σώματι,