Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.425
Not analysed yet
πέντε ἄρτων καὶ τοῖν δυοῖν ὀψαρίοιν· ἐφ' ᾧ δὴ χρῆναι νοεῖσθαι διωριζόμεθα τῶν ἁγίων συγγράμματα παλαιῶν τε καὶ νέων τὴν διὰ τῶν ἀποστόλων παράθεσιν τοῖς ἀγαπῶσι Χριστόν. πρὸς δὲ τούτοις, ὅτι καὶ τὸν τῆς εἰς ἡμᾶς διακονίας καρπὸν πλούσιον κομιεῖται παρὰ Θεοῦ τῶν μαθητῶν ὁ χορὸς, καὶ μετ' ἐκείνους, οἱ τῶν ἁγίων τοῦ Θεοῦ προεστῶτες ἐκκλησιῶν· ἐπὶ γὰρ πάντας ἐν ἐκείνοις ὁ τύπος ἦν ἐν ἀρχῇ. εἶτα θαυμάζουσιν οἱ θεωροὶ τὸ σημεῖον καὶ ἁρπάζειν εἰς βασιλέα βουλεύονται τὸν Ἰησοῦν. ὃ δὴ καὶ συνεὶς, ἀναχωρεῖ μόνος εἰς τὸ ὄρος ὡς γέγραπται· ὅτε γὰρ παρὰ τοῖς ἔθνεσιν ὡς μεγαλουργὸς καὶ Θεὸς ἐθαυμάσθη Χριστὸς, ὅτε πάντες αὐτὸν ἐπεγράψαντο βασιλέα καὶ κύριον, τότε καὶ ἀνελήφθη μόνος εἰς τὸν οὐρανὸν, οὐδενὸς αὐτῷ τὸ παράπαν ἀκολουθήσαντος· ἀπαρχὴ γὰρ τῶν νεκρῶν ἀναβέβηκεν ὅλως μόνος εἰς τὸ ὄρος τὸ μέγα καὶ ἀληθέστερον κατὰ τὸ εἰρημένον διὰ τοῦ ψαλμῳδοῦ "Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς "στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς "τῇ καρδίᾳ." ἀκολουθήσει γὰρ ὁ τοιοῦτος τῷ Χριστῷ καὶ εἰς ὄρος τὸ νοητὸν ἀναβήσεται, κατὰ τὸν τῆς τῶν οὐρανῶν βασιλείας καιρόν· ἀνακεχώρηκε δὲ εἰς τὸ ὄρος, τουτέστιν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, οὐ τὸ βασιλεύειν τῶν πεπιστευκότων αὐτῷ παραιτούμενος, ἀλλ' ὑπερτιθέμενος τὸν τῆς βασιλείας τῆς ἐκφανεστέρας καιρὸν εἰς τὴν ἄνωθεν ὡς ἡμᾶς ἐπιστροφὴν, ὅτε καὶ ἐν δόξῃ τῇ τοῦ Πατρὸς καταβήσεται, οὐκέτι διὰ σημείων, καθάπερ καὶ πρότερον, ἐπιγινωσκόμενος ὅτιπερ ὄντως ἐστὶ κατὰ φύσιν Κύριος, ἀλλ' ἐκ δόξης θεοπρεποῦς ὅτιπερ ὑπάρχει βασιλεὺς ἀνενδοιάστως ὁμολογούμενος. Οὐκοῦν· ἐρῶ γὰρ αὖθις ἐν ὀλίγῳ συνενεγκὼν τῶν εἰρημένων τὸ πλάτος· ὅτε διὰ σημείων ἐπιστεύθη καὶ ἐπεγνώσθη Θεὸς, τῶν Ἰουδαϊκῶν ἐκφοιτήσας λαῶν, τότε δὴ πάντες αὐτὸν καὶ εἰς βασιλέα λαμβάνειν ἐπείγονται· ἀναβαίνει δὲ μόνος εἰς