Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.426
Not analysed yet
οὐρανοὺς καιρῷ τῷ πρέποντι τὴν τῆς βασιλείας ἐκφανεστέραν ἐπίδειξιν ἀποταμιευόμενος. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. Παραδόξως ἀποτελεσθέντος τοῦ πρώτου σημείου, ῥίζα πάλιν καὶ ἑτέρου καὶ πρόφασις ἡ ἐπ' ἐκείνῳ φυγή τε καὶ ἀναχώρησις οἰκονομικῶς εὑρίσκεται, καὶ πορεύεται, κατὰ τὸ γεγραμμένον, "ἐκ δυνάμεως εἰς δύναμιν" ὁ θαυματουργός. ἐπειδὴ γὰρ ἐζητεῖτο μὲν εἰς βασιλέα παρὰ τῶν ἐπ' ἐκείνῳ τῷ μεγάλῳ καταπεπληγμένων θαύματι, παρῃτεῖτο δὲ αὐτὸς τὰς ἐν κόσμῳ τιμὰς κατὰ τοὺς ἤδη προαποδοθέντας λόγους· ἔδει δὴ πάντως καὶ τόπων αὐτὸν, μᾶλλον δὲ ἁπάσης τῆς ἐκείνων ἀπανίστασθαι χώρας. ἵνα τοίνυν καὶ ἀποπλεῦσαι δοκῇ, καὶ τὸν τῶν ἐπιζητούντων ὑποχαυνώσῃ τόνον, προαποδημεῖν ἐπιτάττει τοῖς μαθηταῖς, ἀπομένει δὲ αὐτὸς εὐαφόρμως ἐπὶ τὸ ἐφεξῆς σημεῖον ἐρχόμενος· ἦν γὰρ δὴ καὶ λίαν ἐσπουδασμένον αὐτῷ τὸ διὰ πάσης ἀφορμῆς καὶ πράγματος βεβαιοῦν εἰς πίστιν τὴν ἐφ' ἑαυτῷ τῶν ἀποστόλων τὸν νοῦν. ἐπειδὴ γὰρ ἔμελλον ἔσεσθαι τῆς οἰκουμένης διδάσκαλοι, καὶ ὥσπερ τινὲς "φωστῆρες διαλάμψειν ἐν κόσμῳ," κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀναγκαίαν αὐτοῖς τὴν ἐφ' ἅπασι τοῖς ὠφελεῖν πεφυκόσιν ἐποιεῖτο χειραγωγίαν. τοῦτο γὰρ ἦν οὐχ ὅπως ἐκείνοις χαρίζεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς παρ' αὐτῶν παιδαγωγηθήσεσθαι μέλλουσιν εἰς τὴν ἐπ' αὐτῷ κατάληψιν ἀπλανῆ. Ἀλλὰ τοῦ δὴ χάριν, ἐρεῖ τις τυχὸν, μετὰ τὴν ἐπ' ἐκείνῳ μεγαλουργίαν εὐθὺς τὸ δύνασθαι καὶ ἐπ' αὐτῆς ἰέναι θαλάσσης τὸν Ἰησοῦν εἰσφέρεται; πιθανὴν δὲ σφόδρα τὴν αἰτίαν ὁ τοιοῦτος ἀντακούσεται. ἐπειδὴ γὰρ τοὺς μὲν ὄχλους