Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.44
Not analysed yet
ἢ σκεῦος ἐν σκεύει, οὕτως εἶναι χωρητὸν ἐν Υἱῷ τὸν Πατέρα, ἢ αὖ πάλιν τὸν Υἱὸν ἀντεμβιβάζεσθαι τρόπον τινὰ τῷ Πατρί· οὗτος δὲ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ φαίνεται ὡς ἐν ταυτότητι τῆς οὐσίας ἀπαραλλάκτῳ, καὶ τῇ κατὰ φύσιν ἑνότητί τε καὶ ὁμοιότητι. ὥσπερ ἂν εἴ τις καὶ ἐν εἰκόνι τὴν οἰκείαν καταθεώμενος μορφὴν λέγοιτο πρός τινας ἀληθεύων, καὶ τὴν εἰς ἄκρον ἐξησκημένην ἐμφέρειαν τοῦ οἰκείου σχήματος ἀποθαυμάζοι βοῶν Ἐγὼ ἐν τῇδε τῇ γραφῇ καὶ ἡ γραφὴ δὲ ἐν ἐμοί. ἢ καὶ καθ' ἕτερον τρόπον, ὥσπερ ἂν εἰ καὶ ἡ τοῦ μέλιτος γλυκεῖα ποιότης ἐντεθεῖσα γλώττῃ περὶ ἑαυτῆς λέγοι Ἐγὼ ἐν τῷ μέλιτι καὶ τὸ μέλι δὲ ἐν ἐμοί· ἢ καὶ ὥσπερ πάλιν εἰ ἡ ἐκ πυρὸς φυσικῶς προϊοῦσα θερμότης φωνὴν ἀφιεῖσα λέγοι Ἐγὼ ἐν τῷ πυρὶ καὶ τὸ πῦρ δὲ ἐν ἐμοί. ἔστι μὲν γάρ πως τῶν εἰρημένων ἕκαστον ἐπινοίᾳ μεριστὸν, ἓν δὲ τῇ φύσει, καὶ ἓν ἐξ ἑνὸς, ἀμερίστῳ τινὶ καὶ ἀδιαστάτῳ προόδῳ προκύπτον, ὥσπερ καὶ χωρίζεσθαι δοκοῦν τοῦ ἐν ᾧπέρ ἐστιν. ὅμως δ' οὖν εἰ καὶ τοῦτον ἔχει τὸν τύπον τῶν ἐπ' αὐτοῖς νοημάτων ἡ δύναμις, ἀλλ' ἓν ἐν ἑτέρῳ φαίνεται, καὶ ταὐτόν εἰσιν ὅσον εἰς οὐσίαν ἀμφότερα. εἴπερ οὖν διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον καὶ τὸ ἐν τῷ χαρακτῆρι παντελῶς ἀπαραποίητον, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, πῶς ὁ μείζων ἐν ἐλάττονι κατ' ἐκείνους ὄντι τῷ Υἱῷ χωρήσει καὶ ὀφθήσεται; ἐπειδὴ δὲ ὅλος ἐστὶν ἐν αὐτῷ, τέλειος ἄρα πάντως ἐστὶν ὁ Υἱὸς, ὁ τοῦ τελείου χωρητικὸς καὶ χαρακτὴρ τοῦ μεγάλου Πατρός.