Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.454
Not analysed yet
Ἔργον οὖν ἄρα τῇ φιλοθέῳ ψυχῇ πίστις ἡ εἰς Χριστὸν, καὶ ἀξιολογώτερον σφόδρα τὸ ἐπείγεσθαι μᾶλλον τοῖς περὶ αὐτοῦ κατασοφοῦσθαι λόγοις, ἤγουν ταῖς ἐν τύπῳ προσεδρεύειν σκιαῖς. ἀποθαυμάσεις δὲ πάλιν κἀκεῖνο πρὸς τούτοις· ἔχων γὰρ ἐν ἔθει Χριστὸς λόγον ποιεῖσθαι μηδένα τῶν διερωτώντων πειραστικῶς, αὐτὸ πρὸς τὸ παρὸν οἰκονομικῶς ἀποκρίνεται· εἰ καὶ ᾔδει πάλιν ὠφεληθησομένους οὐδέν· εἰς κατάκριμα αὐτοῖς· ὥσπερ οὖν καὶ ἐν ἑτέροις φησίν "Εἰ μὴ "ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ "πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν." Εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Ἐκκαλύπτεται κατὰ βραχὺ τῶν Ἰουδαίων ἡ γνώμη, καίτοι λανθάνουσά πως καὶ ἐν ἀφανεστέροις ἔτι κατακεχωσμένη τοῖς λογισμοῖς· ἔφασκον μὲν γὰρ ἐξ ἀπονοίας "Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ," ἅτε δὴ, καθάπερ ἤδη προείπομεν, ἐξαρκοῦσαν ἔχοντες τὴν διὰ Μωυσέως ἐντολὴν, εἰς τὸ δύνασθαι πρὸς πᾶσαν αὐτοὺς ἀπευθῦναι σοφίαν, δι' ἧς ἂν εἰδεῖεν τὸ εὐάρεστον ἐπιτελεῖν τῷ Θεῷ· ἀλλ' ἠγνοεῖτό πως καίτοι τοιοῦτος ὢν ἐν αὐτοῖς ὁ σκοπὸς, ἀπογυμνοῦται δὲ νυνὶ καὶ κατὰ βραχὺ πρόεισιν εἰς τὸ ἐμφανέστερον· "Οὐ γάρ ἐστι κρυπτὸν," κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, "ὃ οὐ φανερωθήσεται." τί τοίνυν ἤδη, φασὶ, τί ποιεῖς σὺ σημεῖον; τετίμηται, φησὶ, καὶ λίαν εἰκότως ὁ μακάριος Μωυσῆς, παρεδέχθη πρὸς μεσιτείαν Θεοῦ καὶ ἀνθρώπων. καὶ γὰρ δὴ καὶ ἀρκοῦν ἔδωκε σημεῖον· ἔφαγον