Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.474
Not analysed yet
αὐτοὺς καταστέφειν τιμαῖς. ἐπὰν μέντοι τινὲς τῶν ἀμαθεστέρων, ὅσην ἔχει κατ' ἐκείνων τὴν ὑπεροχὴν οὐκ ἐπιγινώσκοντες τὴν ἀμείνω προσαγάγωσι δόξαν αὐτοῖς, τότε δὴ σφόδρα χρησίμως φρονεῖν μεταπείθει τὰ πρεπωδέστερα, τίς μέν ἐστιν ὁ Μονογενὴς διενθυμουμένους, καὶ ὅτι δὴ πάντως ἀσυγκρίτοις διοίσει ταῖς ὑπεροχαῖς· ἀλλ' οὐ σφόδρα σαφῆ τὸν ἐπὶ τούτοις ποιεῖται λόγον, ἐπεσκιασμένον δέ πως, καὶ δίχα κόμπου παντὸς, ἀπὸ δὲ τῆς ἐν πράγμασι θεωρίας, ἤτοι συγκρίσεως, τὴν ἐπὶ τοῖς κρείττοσιν ἁρπάζοντα ψῆφον. οἷον, φέρε εἰπεῖν, διελέγετό ποτε πρὸς τὴν ἐκ Σαμαρείας γυναῖκα, ᾗ καὶ δώσειν ὕδωρ τὸ ζῶν ἐπηγγέλλετο· συνεῖσα δὲ οὐδὲν τῶν εἰρημένων ἡ γυνή "Μὴ σὺ μείζων εἶ τοῦ "πατρὸς ἡμῶν Ἰακὼβ, ἔφη, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ;" ἐπειδὴ δὲ μεταπείθειν αὐτὴν ὁ Σωτὴρ ἐβούλετο, ὅτιπερ εἴη καὶ κρείττων αὐτοῦ, καὶ οὐκ ἐν ὀλίγοις τισὶν ἀξιοπιστότερος μέτροις, ἐπὶ τὴν τῶν ὑδάτων βαδίζει διαφορὰν, λέγων "Πᾶς "ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ' ἂν πίῃ "ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ "πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." καὶ τί τὸ ἐντεῦθεν, ἢ πάντως ἐκεῖνο νοεῖν ἀναπείθει, ὅτι περ ἀνάγκη τὸν τῶν ἀμεινόνων χορηγὸν κεῖσθαι δὴ πάντως καὶ ἐν ἀμείνοσιν, ἢ ἐν οἷσπερ ἂν εἴη τυχὸν ὁ πρὸς ὃν ἡ σύγκρισις; τοιοῦτόν τινα τρόπον ὑφηγήσεώς τε καὶ διδασκαλίας ἐπιτηδεύει καὶ νῦν. ἐπειδὴ γὰρ κατεσοβαρεύοντό πως αὐτοῦ, καὶ μεγαλοφρονεῖν ἀπετόλμων Ἰουδαῖοι, Μωυσέα τε τὸν νομοθέτην ἄνω τε καὶ κάτω προϊσχόμενοι, καὶ τοῖς δι' ἐκείνου μᾶλλον ἀκολουθεῖν, ἤπερ τοῖς διὰ Χριστοῦ, χρῆναι πολλάκις διισχυρίζοντο, τὴν τοῦ μάννα χορηγίαν καὶ τὴν ἐκ πέτρας τῶν ὑδάτων ἐκδρομὴν, ἀξιολογωτάτην ἀπόδειξιν λογιζόμενοι τῆς κατὰ πάντων πλεονεξίας, καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος