Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.475
Not analysed yet
ἡμῶν Ἰησοῦ Χριστοῦ, λοιπὸν ἀναγκαίως ἐπὶ τὴν συνήθη κεχώρηκε μέθοδον, καὶ γυμνότερον μὲν οὔ φησιν, ὅτι κρείττων εἴη Μωυσέως, διὰ τὸ τῶν ἀκροωμένων ἀχάλινον θράσος, καὶ τὸ πολὺ λίαν εἰς ὀργὴν ἐκκεκρεμασμένον· ἐπ' αὐτὸ δὲ πάλιν τὸ θαυμαζόμενον ἔρχεται πρᾶγμα, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς τὸ μεῖζον, ἐλέγχει μικρόν· Ὁ γὰρ ἐρχόμενος πρὸς μέ φησιν οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε· ναὶ γὰρ, φησὶ, καὶ αὐτὸς ὑμῖν ἐγὼ συνθήσομαι δεδόσθαι τὸ μάννα διὰ Μωυσέως, ἀλλ' οἱ φαγόντες ἐπείνασαν· ἐρῶ δὲ ὅτι καὶ ἐκ πετρῶν ὑμῖν ὠδῖνος ἐξεδόθη τὸ ὕδωρ, ἀλλ' οἱ πιόντες ἐδίψησαν, καὶ πρόσκαιρόν τινα κομιδῇ τὴν ἀπόλαυσιν ἡ τῶν εἰρημένων ἐνεποίησε δόσις· ὁ δέ γε πρὸς ἐμὲ βαδίζων οὐ μὴ πεινάσῃ πώποτε, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Τί δὴ οὖν ἄρα Χριστὸς ἐπαγγέλλεται; φθαρτὸν μὲν οὐδὲν, εὐλογίαν δὲ μᾶλλον τὴν ἐν μεταλήψει τῆς ἁγίας σαρκός τε καὶ αἵματος, ὁλοκλήρως εἰς ἀφθαρσίαν ἀνακομιζούσης τὸν ἄνθρωπον, ὡς οὐδενὸς ἐπιδεῖσθαι τῶν ὅσα τὸν τῆς σαρκὸς ἀπελαύνει θάνατον, τροφῆς δὲ δηλονότι φημὶ καὶ ποτοῦ. ἔοικε δὲ πάλιν ὕδωρ ὀνομάζειν ἐν τούτοις, τὸν διὰ Πνεύματος ἁγιασμὸν, ἢ αὐτὸ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, οὕτω πολλάκις παρὰ ταῖς θείαις ὠνομασμένον γραφαῖς. ζωοποιεῖ τοιγαροῦν τὸ ἅγιον σῶμα Χριστοῦ τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ συνέχει πρὸς ἀφθαρσίαν, τοῖς ἡμετέροις ἀνακιρνάμενον σώμασι. σῶμα γὰρ οὐχ ἑτέρου τινὸς, ἀλλ' αὐτῆς νοεῖται τῆς κατὰ φύσιν ζωῆς, ὅλην ἔχων ἐν ἑαυτῷ τὴν τοῦ ἑνωθέντος Λόγου δύναμιν, καὶ πεποιωμένον ὥσπερ, μᾶλλον δὲ ἤδη καὶ ἀναπεπλησμένον τῆς ἐνεργείας αὐτοῦ, δι' ἧς τὰ πάντα ζωοποιεῖται καὶ πρὸς τὸ εἶναι φυλάττεται. ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἴστωσαν