Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.476
Not analysed yet
ἤδη λοιπὸν οἱ βεβαπτισμένοι καὶ τῆς θείας ἀπογευσάμενοι χάριτος, ὅτι βαδίζοντες μὲν ὀκνηρῶς καὶ μόλις ἐν ταῖς ἐκκλησίαις, ἀποφοιτῶντες δὲ καὶ εἰς χρόνους μακροὺς τῆς εὐλογίας τῆς διὰ Χριστοῦ, καὶ τὴν ἐπιζήμιον εὐλάβειαν πλαττόμενοι, διὰ τοῦ μὴ βούλεσθαι μετέχειν αὐτοῦ μυστικῶς, ὅτι τῆς αἰωνίου ζωῆς ἑαυτοὺς ἐκπέμπουσι, ζωοποιεῖσθαι παραιτούμενοι· περιτρέπεται δὲ εἰς παγίδα καὶ εἰς σκάνδαλον, καίτοι καρπὸς εὐλαβείας δοκοῦσά πως εἶναι παρ' αὐτοῖς, ἡ παραίτησις. χρῆν γὰρ δὴ μᾶλλον ἐπείγεσθαι τὴν ἐνοῦσαν αὐτοῖς εἰσκομίζειν δύναμίν τε καὶ προθυμίαν, ὅπως ἂν φαίνοιντο γοργοὶ πρὸς ἀποκάθαρσιν ἁμαρτίας, καὶ πειρᾶσθαι μᾶλλον ἀστειοτάτην ἐπιτηδεύειν τοῦ βίου τὴν ἀγωγὴν, τρέχειν τε οὕτω λοιπὸν καὶ σφόδρα τεθαῤῥηκότως εἰς μετάληψιν τῆς ζωῆς. ἀλλ' ἐπείπερ ἐστὶ ποικίλος εἰς ἀπάτην ὁ σατανᾶς, σωφρονεῖν μὲν αὐτοὺς οὐδαμόθεν ὅτι πρέποι λογίζεσθαι συγχωρεῖ, κατασπιλώσας δὲ τοῖς κακοῖς, καὶ αὐτὴν ἀποφρίττειν ἀναπείθει τὴν χάριν, δι' ἧς ἦν εἰκὸς, ὥσπερ ἐξ οἴνου καὶ μέθης τῆς ἐπὶ φαυλότητα καλούσης ἡδονῆς ἀνανήφοντας, τὸ συμφέρον ὁρᾶν τε καὶ περισκέπτεσθαι. ἀποῤῥήξαντες τοίνυν τὸν ἐκείνου δεσμὸν, ἀποσεισάμενοί τε τὸν ἐκ πλεονεξίας ἡμῖν ἐπιῤῥιφέντα ζυγὸν, δουλεύσωμεν ἐν φόβῳ τῷ Κυρίῳ, καθὰ γέγραπται, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν ἀμείνους ἤδη δι' ἐγκρατείας ἀναδεικνύμενοι, προσίωμεν τῇ θείᾳ τε καὶ οὐρανίῳ χάριτι, καὶ εἰς ἁγίαν μετάληψιν ἀναβαίνωμεν τοῦ Χριστοῦ· οὕτω γὰρ οὕτω καὶ ἀπάτης διαβολικῆς περιεσόμεθα, θείας τε φύσεως γεγονότες κοινωνοὶ, πρὸς ζωὴν καὶ ἀφθαρσίαν ἀναβησόμεθα. Ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. Διὰ πολλῶν μὲν αὐτοὺς καταγωνίζεται λόγων, καὶ ἐκ παντὸς συνελαύνει τρόπου πρὸς τὴν διὰ πίστεως σωτηρίαν·