Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.477
Not analysed yet
ἀλλ' οὐκ ἠγνόησε πάλιν ὡς Θεὸς, ὅτι πρὸς ἀδελφὴν ὥσπερ τινὰ καὶ συνήθη δραμοῦνται τὴν σύντροφον ἀπιστίαν, περιόψονται δὲ ὡς οὐδὲν τὸν καλοῦντα πρὸς ζωήν. ἵνα τοίνυν εἰδεῖεν οὐκ ἠγνοηκότα τὸν Ἰησοῦν, ὁποῖοί τινες εὑρεθήσονται πάλιν, μᾶλλον δὲ, ὅπερ ἐστὶ πρεπωδέστερον εἰπεῖν, ὑπὸ θείαν ὄντας ἑαυτοὺς ἐκμάθοιεν ὀργὴν, ἐπιφέρει πάλιν Ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. προέγνων, φησὶ, καὶ προείρηκα σαφῶς, ὅτι δὴ πάντως διαμενεῖτε σκληροὶ, καὶ τῆς ὑμῖν φιλαιτάτης ἀπειθείας ἀπρὶξ ἡμμένοι, τῶν ἐμῶν ἀμέτοχοι χαρισμάτων καταλειφθήσεσθε. καὶ πότε τι τοιοῦτον ἐπ' αὐτοῖς εἴρηκεν ὁ Χριστός; ἀναμιμνήσκου λέγοντος πρὸς τὸν μακάριον προφήτην Ἡσαΐαν "Πορεύθητι "καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, "καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ "καρδία τοῦ λαοῦ τούτου." ἢ γὰρ οὐκ ἀληθὴς καὶ διὰ τῶν ἐν χερσὶ κειμένων ἡμῖν πραγμάτων ὁ λόγος ἀναδειχθήσεται; εἶδον γὰρ εἶδον Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον, ὅτε τὴν ἀριθμοῦ κρείττονα τῶν ἐπ' αὐτὸν ἰόντων πληθὺν πέντε κριθίνοις διέθρεψεν ἄρτοις, καὶ δύο διακλάσας ὀψάρια. ἀλλ' ἑωρακότες οὐ πιστεύουσι, διὰ τὴν ἐκ τῆς θείας ὀργῆς ταῖς διανοίαις αὐτῶν ἀχλύος δίκην ἐπισκήψασαν πώρωσιν. ἦσαν γὰρ δήπου καὶ ἀναμφιλόγως ἄξιοι τοῦτο παθεῖν, ἐπείπερ ἀμέτροις ἐνεχόμενοι πταίσμασι, καὶ ἀῤῥήκτοις κατεσφιγμένοι σειραῖς παρανομημάτων, οὐδὲ αὐτὸν ἐπιδημήσαντα τὸν ἐλευθεροῦν ἰσχύοντα παρεδέχοντο. διὰ ταύτην ἐπαχύνθη τὴν αἰτίαν ἡ καρδία τοῦ λαοῦ τούτου. Ὅτι δὲ διὰ τῆς τοῦ σημείου μεγαλειότητος Θεὸν ὄντα κατὰ φύσιν ἐθεώρει τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων πληθὺς, δι' ἐκείνου δὴ μάλιστα συνιέναι δυνήσῃ· ἀποθαυμάσαντες γὰρ τὸ γεγενημένον, ὥσπερ οὖν ἐν τοῖς ἀνωτέρω φησὶν ὁ Εὐαγγε-