Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.478
Not analysed yet
λιστὴς, ἐζήτουν "ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσι βασιλέα." σκῆψις τοιγαροῦν οὐδεμία τῆς ἀπονοίας περιλιμπάνεται τοῖς Ἰουδαίοις. καταπληττόμενοι γὰρ, καὶ λίαν εἰκότως, τὰς θεοσημείας, καὶ ἀναλόγως ἐπὶ τὴν τοῦ τερατοποιοῦντος δύναμιν ἀπὸ τῶν ἔργων ἐρχόμενοι, μονονουχὶ καταφρίττουσι τὴν εὐπείθειαν, καὶ τῶν ἀγαθῶν ἐξάλλονται τρόπων, ἐπ' αὐτὸν ὥσπερ κατακυβιστῶντες ἡδέως τὸν τῆς ἀπωλείας πυθμένα. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει. Οὐχ ἁπλῶς εἰπεῖν ἔδει τὸν Κύριον "Ὅτι καὶ ἑωράκατέ "με καὶ οὐ πιστεύετε," ἀλλ' ἦν ἀναγκαῖον, καὶ τὴν τοῦ πεπωρῶσθαι πρόφασιν τοῖς εἰρημένοις ἐπενεγκεῖν, ἵνα δὴ μάθοιεν ὑπὸ θείαν πεσόντες ὀργήν. οὐκοῦν ὡσπερεί τις ἀριστοτέχνης ἰατρὸς, καὶ τὴν ἀῤῥωστίαν αὐτοῖς ἐπιδεικνύει, καὶ τῆς ἀῤῥωστίας ἀνακαλύπτει τὴν πρόφασιν, οὐχ ἵνα μαθόντες ἐπ' αὐτῷ δὴ τούτῳ μένοιεν ἡσυχῆ, ἀλλ' ἵνα διὰ παντὸς ἐκμειλίσσοιντο τρόπου λελυπημένον ἐπ' αὐτοῖς τὸν ἁπάντων Δεσπότην, ἐπ' εὐλόγοις δὲ δηλονότι ταῖς αἰτίαις· οὐ γὰρ ἂν ἀδίκως ἐλυπήθη ποτὲ, ἀλλ' οὐδ' ἂν ὁ τὰ δίκαια κρίνειν εἰδὼς, τοιαύτην τινὰ τὴν ἐπ' ἐκείνοις ἐποιήσατο κρίσιν, εἰ μὴ λόγος ἐκάλει πρὸς τοῦτο, τὸ κατηγορεῖσθαι δεῖν πανταχόθεν διαπηδῶν. ἀφίξεσθαι γεμὴν πρὸς αὐτὸν ὁ Σωτὴρ διὰ τούτων διισχυρίσατο πᾶν ὅπερ ἂν ἐπιδοίη ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ὡς αὐτὸς ἀτονήσας εἰς τὸ προσκομίζειν ἑαυτῷ τοὺς πιστεύοντας· ἐξήνυσε γὰρ ἂν ἐθελήσας καὶ τοῦτο λίαν εὐπετῶς "κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑπο"τάξαι αὐτῷ τὰ πάντα" κατὰ τὴν τοῦ Παύλου φωνήν· ἀλλ' ἐπείπερ ἀναγκαῖόν πως εἶναι δοκεῖ καὶ πρεπωδέστερον, τὸ διὰ τῆς θείας φύσεως φωταγωγεῖσθαι λέγειν τοὺς ἐν ἀγνω-