Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.479
Not analysed yet
σίᾳ, πάλιν ὡς ἄνθρωπος ἀνατίθησι τῷ Πατρὶ τὴν ἐπὶ τοῖς θεοπρεπεστέροις ἐνέργειαν. ἔθος γὰρ αὐτῷ τοῦτο ποιεῖν, ὥσπερ οὖν ἀμέλει πολλάκις εἰρήκαμεν. εἰκὸς δὲ ὅτι προσαχθήσεσθαι λέγων ἑαυτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πᾶν ὃ δίδωσιν αὐτῷ, παρεσόμενον ἤδη καὶ ὅσον οὐδέπω πιστεύοντα τὸν ἐξ ἐθνῶν ὑπαινίττεται δῆμον. τοῦτο δὲ ἦν ἀπειλοῦντος εὐφυῶς, ὅτι καὶ ἀποπεσοῦνται τῆς χάριτος αὐτοὶ, καὶ ἀνταναβήσονται πάντες οἱ ἐξ ἐθνῶν προσαγόμενοι διὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος, ὡς σωτῆρι καὶ ζωοποιῷ κατὰ φύσιν ὑπάρχοντι τῷ Υἱῷ, ἵνα τῆς εὐλογίας μετεσχηκότες τῆς ἀπ' αὐτοῦ, κοινωνοὶ μὲν ἤδη τῆς θείας ἀποτελοῖντο φύσεως, ἀνακομίζοιντο δὲ οὕτως εἰς ἀφθαρσίαν καὶ ζωὴν, καὶ εἰς τὸ ἀρχαῖον τῆς φύσεως μεταπλάττοιντο σχῆμα. ὥσπερ οὖν εἴ τις ἰατρῷ προσάξαι τὸν ἄῤῥωστον, ἵνα τὴν ἐπισκήψασαν ἀποκρούσαιτο νόσον, οὕτω προσφέρειν ἐροῦμεν τῷ Υἱῷ τὸν Θεὸν καὶ Πατέρα, τοὺς οἵπερ ἂν φαίνοιντο τῆς παρ' αὐτοῦ σωτηρίας ἄξιοι. πικρὸν οὖν ἄρα καὶ ὀλέθριον κομιδῇ τοῖς ἔχουσιν ἡ σκληροκαρδία. διά τοι τοῦτο καὶ προφητικὸς τοῖς Ἰουδαίοις ἐπισκήπτει λόγος "Περιτμήθητε τῷ Θεῷ" διαῤῥήδην ἀναβοῶν, "καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν "ὑμῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." ἀλλ' οὐκ ἐκείνοις, ἡμῖν δὲ μᾶλλον, ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐν καρδίᾳ τετήρηκε περιτομὴν, τὴν διὰ Πνεύματος Ἁγίου δηλονότι κατὰ τὸν ἐν τῷ κρυπτῷ τελουμένην Ἰουδαῖον. δίκαιον οὖν ἄρα τῆς ἐκείνων ἀπειθείας ἀποπηδᾶν, καὶ παραιτεῖσθαι σπουδάζειν τὴν σκληροκαρδίαν, εἰς τρυφερὰν δὲ μᾶλλον μεταποιεῖσθαι διάνοιαν, εἰ τὴν ἐπ' ἐκείνοις ὀργὴν ὡς ὀλέθριον παραιτούμεθα.