Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.487
Not analysed yet
ἐντεῦθεν. μέλλων γὰρ ἀναβαίνειν ἐπ' αὐτὸν, τὰς πρὸς Θεὸν ἐποιεῖτο διαλέξεις, ὡς ἐν προσευχῆς δηλονότι σχήματι λέγων "Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· "πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ·" ὅτι μὲν γὰρ Θεὸς ἦν ὁ Λόγος ἀθάνατός τε καὶ ἀδιάφθορος, καὶ αὐτὸ κατὰ φύσιν ζωὴ, καταπτήσσειν οὐκ ᾔδει τὸν θάνατον, πᾶσιν οἶμαι προδηλότατον· ἐπιτρέπει γεμὴν ὡς ἐν σαρκὶ γεγονὼς ὑπομένειν τὰ ἴδια τῇ σαρκὶ, καὶ γεγονότα λοιπὸν ἐπὶ θύραις ὑποπτήσσειν τὸν θάνατον, ἵνα φαίνηται κατὰ ἀλήθειαν ἄνθρωπος· διὰ τοῦτό φησιν "Εἰ δυνατὸν, παρελθέτω ἀπ' "ἐμοῦ τὸ ποτήριον τοῦτο." εἰ ἐνδέχεται, φησὶν, ὦ Πάτερ, μὴ παθόντα τὸν θάνατον κατορθῶσαι τοῖς εἰς αὐτὸν πεσοῦσι τὴν ζωὴν, εἰ ἀποθνήσκει θάνατος μὴ τεθνεῶτος ἐμοῦ, κατὰ τὴν σάρκα δὲ δηλονότι, παροιχέσθω, φησὶ, τὸ ποτήριον· πλὴν ἐπειδήπερ οὐκ ἂν γένοιτο, φησὶν, ἑτέρως, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. ὁρᾷς ὅπως ἀτονοῦσα μὲν πάλιν ἡ ἀνθρώπου φύσις καὶ ἐν αὐτῷ τῷ Χριστῷ, τὸ ὅσον εἰς ἑαυτὴν, εὑρίσκεται· ἀνακομίζεται δὲ διὰ τοῦ ἑνωθέντος αὐτῇ Λόγου πρὸς εὐτολμίαν θεοπρεπῆ, καὶ εἰς φρόνημα νεανικὸν μεταπαιδεύεται, ὡς μὴ τοῖς ἰδίοις τὸ δοκοῦν ἐπιτρέψαι θελήμασιν, ἀλλὰ σκοπῷ μᾶλλον ἀκολουθεῖν τῷ θείῳ, καὶ πρὸς ἐκεῖνο τρέχειν ἐπείγεσθαι, πρὸς ὅπερ ἂν ἡμᾶς ὁ τοῦ πεποιηκότος ἀνακαλῇ νόμος. ὅτι δὲ τὰ τοιαῦτά φαμεν ἀληθεύοντες, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ συνεζευγμένου "Τὸ μὲν γὰρ "πνεῦμα, φησὶ, πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·" οὐ γὰρ ἠγνόησε Χριστὸς, ὅτι τῆς θεοπρεποῦς ἀξίας πολὺ δὴ λίαν ἀπελιμπάνετο, τὸ δοκεῖν ἡττᾶσθαι θανάτῳ καὶ τῆς ἀπ'