Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.488
Not analysed yet
αὐτοῦ δειλίας αἰσθάνεσθαι· διὰ τοῦτο θερμοτάτην τοῖς εἰρημένοις ἐπήνεγκε τὴν ἀπολογίαν· ἠσθενηκέναι μὲν γὰρ τὴν σάρκα διὰ τὸ αὐτῇ πρέπον καὶ φύσει προσὸν εἰπών· πρόθυμον δ' οὖν ὅμως ὑπάρχειν τὸ πνεῦμα, τὸ παθεῖν οὐδὲν τῶν ἀδικούντων εἰδός· ὁρᾷς ὅπως ἀβούλητος τῷ Χριστῷ διά τε τὴν σάρκα καὶ τὴν ἐκ τοῦ πάθους ἀδοξίαν ὁ θάνατος ἦν· θελητὸς δ' οὖν ὅμως, ἄχρις ἂν εἰς αἴσιον διεξάγηται πέρας τῷ κόσμῳ παντὶ τὸ ἐν εὐδοκίᾳ τοῦ Πατρὸς, τουτέστιν, ἡ πάντων σωτηρία καὶ ζωή; ἢ γὰρ οὐχὶ πάντως δήπου καὶ ἀληθῶς τὸ τοιοῦτον ἡμῖν κατασημαίνων ὁρᾶται, τοῦτο λέγων εἶναι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα τῶν προσαγομένων ἀπολέσῃ μηδὲν, ἀλλ' ἀναστήσῃ αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; ὡς γὰρ ἤδη φθάσαντες προεδιδάξαμεν, ὡς ζωῇ καὶ Σωτῆρι τῷ Χριστῷ, τὸν ζωῆς καὶ σωτηρίας ἐπιδεᾶ προσκομίζει φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ Πατήρ. Ἀλλ' αἰσθάνομαι πάλιν ἀπᾴδοντα λέγων τῷ τῆς ἀληθείας ἐχθρῷ. συγκατανεύσει μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις οὐδαμῶς· ἀναβοήσει δὲ μέγα καὶ διαπρύσιόν τι κεκραγὼς ἀφίξεται Ποῖ δὴ πάλιν ἡμῖν περιπλανᾷς, ὦ οὗτος, τὰ θεωρήματα, καὶ πολυπλόκους μὲν ἐπινοεῖς νοημάτων ἐπεισφορὰς, ἐξέλκεις δὲ τῆς ἀληθείας τὸν λόγον; ἐρυθριᾷς δὲ κατὰ τὸ εἰκὸς ὁμολογῆσαι, φησὶ, τὴν ἀκούσιον ὑποταγὴν τοῦ Υἱοῦ. ἢ γὰρ οὐκ ἔσται καὶ διὰ τούτων ἡμῖν καταφανὲς, ὅτι κατάρξει μὲν αὐτὸς καὶ καθηγήσεται τῆς ἐν τοῖς πράγμασιν οἰκονομίας οὐδαμῶς, ὑπόκειται δὲ μᾶλλον τοῖς θελήμασι τοῦ Πατρός; οἶδε γὰρ οὕτως ἑαυτὸν τῆς πρὸς αὐτὸν ἰσότητος ἡττώμενον, ὡς καὶ ἀναγκάζεσθαι τρόπον τινὰ καὶ τὰ ἀνεθέλητα ποιεῖσθαι θελητὰ, καὶ πράττειν οὐ πάντως τὸ αὐτῷ δοκοῦν, ἀλλὰ μᾶλλον τὸ τῷ Πατρί. καὶ μὴ λέγε