Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.489
Not analysed yet
μοι πάλιν, φησὶν, εἰς τὴν ἐνανθρώπησιν περιέλκων τὸ εἰρημένον Ὡς ἄνθρωπος ὑποτάσσεται. ἰδοὺ γὰρ ὡς ὁρᾷς, Θεὸς ὢν ἔτι καὶ Λόγος γυμνὸς καὶ ἀσύμπλοκος τῆς σαρκὸς καταβέβηκεν ἐξ οὐρανοῦ, καὶ πρὶν ὅλως τὴν τοῦ δούλου περιτεθῆναι μορφὴν ὑπετάττετο προὔχοντι δηλονότι καὶ κατάρχοντι τῷ Πατρί. Δεινοῖς μὲν ἡμῶν, ὦ γενναῖε, καθάπερ οἴει δὴ πάντως, καὶ λίαν εὐτροχωτάτοις καθιππεύεις λόγοις, οὐ μὴν δι' εὐθείας ἰοῦσιν, ἀλλ' ἐκτὸς ὁδοῦ τῆς βασιλικῆς τε καὶ τετριμμένης ἐκσεσοβημένοις, ἀφεὶς δὲ, ὡς ὁ παρ' Ἕλλησιν ἔχει λόγος, τὴν ἁμαξιτὸν, ἐπὶ κρημνοὺς ἐπείγῃ καὶ πέτρας. διατείνεσθε μὲν γὰρ εἰκῇ πρὸς ἡμᾶς τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἄνω τε καὶ κάτω λέγοντες, ὡσανεὶ καί τινος τῶν ὀρθὰ φρονεῖν εἰωθότων, ὅτι χρὴ πρεσβεύειν τὸ ἐναντίον, ἐνθυμουμένου, καὶ οὐχὶ δὴ μᾶλλον καὶ συναγορεύειν ὑμῖν ἐπὶ τούτῳ διεγνωκότος. οὐ γὰρ στασιάζουσάν ποτε καθ' ἑαυτῆς τὴν ἁγίαν τε καὶ ὁμοούσιον Τριάδα νοήσομεν, ἀλλ' οὐδὲ εἰς διαφόρους κατασχίζεσθαι γνώμας, ἢ καὶ καταμερίζεσθαί πως εἰς τὸ ἰδίᾳ δοκοῦν, ἢ τὸν Πατέρα τυχὸν, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ συμφέρεσθαι μὲν ἐφ' ἅπασιν, ὡς ἐκ μιᾶς δὲ δῆλον ὅτι θεότητος, ἓν ἀεὶ πάντως καὶ τὸ αὐτὸ θέλημα ἐν ὅλῃ τῇ ἁγίᾳ κεῖσθαι Τριάδι. ἀργείτω τοιγαροῦν ὁ μακρὸς ἡμῖν περὶ τούτων λόγος, καὶ ἡσυχαζέτω τὸ φιλονεικεῖν ἀναπεῖθον ἐφ' οἷς ἥκιστα χρή· οὐδενὸς γὰρ ἐπὶ τούτῳ χαλεπαίνοντος, περιττὸν ὑμῖν ἔτι τὸ διατείνεσθαι. Ἐπειδὴ δὲ δυστροπώτατα φρονεῖν τε καὶ νοεῖν εἰθισμένοι, τὸ συμφέρεσθαι τοῖς θελήμασι τοῦ Πατρὸς τὸν Υἱὸν, τὴν ὡς ἐξ ἀνάγκης ὑποταγὴν ὀνομάζετε, πρὸς τοῦτο δὴ πάλιν τὰ εἰκότα πρὸς ὑμᾶς διαλεξόμεθα. ἐν ἁπλότητι μὲν γὰρ εἰ προεκομίσθη παρ' ὑμῶν ἡ τοιαύτη φωνὴ, κἂν εἰκότως