Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.490
Not analysed yet
ἐφησυχάζοντες, τὸ περὶ τὴν λέξιν ἀδιάφορον οὐ πάντως ἐβασανίζομεν. ἐπειδὴ δὲ μετὰ πολλῆς τινος τῆς κακοηθείας προκεκομισμένην ὁρῶμεν, ἀναγκαίως ἀντιταξώμεθα, τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος, καὶ οὐ τοῖς ἐνοῦσιν ἡμῖν θαρσήσαντες λόγοις. μάλιστα μὲν γὰρ οὐκ ἀπολύτως, οὐδὲ εἰς πᾶσαν ἁπλῶς ὑπόθεσιν, ἀλλ' οὐδὲ ἐπὶ παντὸς πράγματος, μὴ πάντη τε καὶ πάντως τῶν οἰκείων ἔχεσθαι θελημάτων ὁ Υἱὸς διισχυρίσατο, φυλάξαι γεμὴν τὸ τοῦ Πατρὸς λέγει κατὰ πράγματος ὡρισμένου, διὰ τὰς σὰς, ὥς γε μοι πρόσεστι νοεῖν, εὑρεσιλογίας, προνοήσας τῆς ἡμετέρας ἀσφαλείας, ὡς Θεός. ὑπομένει δὲ τὸ ἀβούλητον, καὶ ποιεῖται θελητὸν δι' ἡμᾶς· πάθος δέ φημι τὸ ἐπὶ τῷ σταυρῷ, δηλονότι συναρέσαν οὕτω καὶ τῷ γεννήσαντι, καθάπερ ἡμῖν ἤδη προείρηται. καὶ γοῦν ἔξεστιν ὁρᾶν παρατεθεῖσαν εὐθὺς τὴν ἀπόδειξιν, καὶ παρακειμένην ἐναργῶς τὴν ὑπόθεσιν, ἐφ' ἣν, καθάπερ αὐτός φησι, τῶν μὲν οἰκείων ἀπέστη θελημάτων, ἀποπληροῖ δὲ τὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι φησὶ τὸ θέλημα τοῦ Πατρὸς ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ' ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. καὶ ὅτι μὲν ὄντως ἀνεθέλητόν τε ὁμοῦ καὶ θελητὸν τῷ Μονογενεῖ τὸ ἐπὶ τῷ σταυρῷ πάθος ὁρᾶται, προείρηται μὲν ἤδη σαφῶς, διαληψόμεθα δὲ καὶ ἐσαῦθις ἀκριβεστέραις ἐρεύναις, τοῖς ἐντευξομένοις ἁπλοῦντες τὴν ἀλήθειαν. βαδιοῦμαι δὲ πρότερον ἐπὶ ζήτησιν τῆς λεγομένης παρ' ὑμῶν ὑποταγῆς, προϋποκειμένου δηλονότι καὶ ἀνενδοιάστως ὁμολογουμένου παρ' ὑμῶν, ὅτι συντρέχει τῆς ἁγίας Τριάδος εἰς μίαν βουλήν τε καὶ γνώμην ἀεὶ τὰ θελήματα· λεγέτωσαν τοίνυν ἡμῖν οἱ δεινοὶ σοφισταὶ, πότερόν ποτε ἐν τῷ τῆς ὑποταγῆς ὀνόματί τε καὶ πράγματι τὸ