Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.491
Not analysed yet
εἶναί ἐστι τοῦ Υἱοῦ, καὶ τοῦτο αὐτῷ φύσις, ὥσπερ ἀνθρώπῳ τυχὸν ἡ ἀνθρωπότης, ἢ ὑπάρχων πρότερον αὐτὸς ὡς ἐν ἰδίῳ λόγῳ ὑποτάττεται τῷ Πατρὶ, ὥσπερ οὖν ἂν εἴ τις νοήσαι τυχὸν ἐπ' ἀγγέλου καὶ ἑτέρας τινὸς δυνάμεως λογικῆς. ὄντα γὰρ ταῦτα καὶ ὑφεστῶτα, τὸν τῆς ὑποταγῆς δέχεται τρόπον. Εἰ μὲν οὖν ἐν τῷ ὑποτάττεσθαι τῷ Πατρὶ τὸ εἶναί φατε τοῦ Υἱοῦ, ὑποταγὴ μᾶλλον ἔσται καὶ οὐχ υἱός. εἶτα πῶς οὐ λίαν, εἰπέ μοι, ληροῦντες ἀναφανήσεσθε λοιπόν; ὑποταγὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν πῶς ἂν ὑφεστάναι νοοῖτο μὴ ἐνυπάρχουσα τῶν ὄντων τινί; τὰ γὰρ τοιαῦτα προϋποκειμένων ἀναγκαίως τῶν ἐν οἷς γίνεσθαι φιλεῖ συμβαίνειν ἔθος, καὶ οὐχ ἑτέρως. θεωροῦνται δὲ μᾶλλον περὶ τὰς οὐσίας, ἤτοι ταῖς οὐσίαις συμβαίνοντα, ἤγουν ὑφεστῶτα καθ' ἑαυτά. καὶ ὥσπερ ἐπιθυμία τυχὸν, ἡ ἐπί τι τῶν ὄντων καλοῦσα καὶ φέρουσα, οὐκ ἂν ὑπάρξαι καθ' ἑαυτὴν, ἐντίκτεται δὲ μᾶλλον τῷ δέχεσθαι πεφυκότι· οὕτως ἡ ὑποταγὴ θελημάτων τινὰ ῥοπὴν ὑπεμφαίνουσα πρὸς τὸ δεῖν ὑποτάττεσθαί τισιν, οὐκ ἐν ἰδίᾳ φύσει νοηθήσεται, ἀλλ' ὡς πάθος ἢ θέλησις ἢ ἐπιθυμία τυχὸν λοιπὸν ἐνυπάρξαι μᾶλλον τῶν ὄντων τινί. ἄλλωστε τὸ τῆς ὑποταγῆς ὄνομά τε καὶ πρᾶγμα, κατ' οὐδενὸς ἂν νοοῖτο κυρίως ἀδιακρίτως ἐκφωνηθὲν, ἀλλ' οὐδὲ ὅτι φαῦλόν ἐστιν ἢ ἀγαθόν τις διαγνώσεται, εἰ μὴ προσκείμενον ἔχοι τὸ τίνος ἐστὶν ὑποταγή· ὑποτάττεται μὲν γάρ τις τῷ Θεῷ, ἀλλὰ καὶ τῷ διαβόλῳ· καὶ ὥσπερ τὸ σοφὸς ὄνομα μέσον τι ἐστί· "σοφοὶ γάρ εἰσι τοῦ κακοποιῆσαί" τινες, "σοφοὶ δὲ πάλιν κληρονομήσουσι δόξαν," ἔχοντες δὲ δῆλον ὅτι τὴν σοφίαν ἐπ' ἀγαθοῖς· οὕτως ἡ ὑποταγὴ μεσότητά τινα μᾶλλον ἔχει, καὶ οὐκ ἀλήθειαν ὡρισμένως. ἄδηλον γὰρ τίνος ὅλως ὑποταγὴ ἔσται. τοιγαροῦν, καὶ ἐπ' ἀδήλοις ἡμῖν ἡ τοῦ Υἱοῦ φύσις, εἰ νοοῖτο παρ' ὑμῶν ὑποταγή. τίνος γὰρ