Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.492
Not analysed yet
ὑποταγὴ, προσκειμένου μηδενὸς, οὐκ ἂν δύναιτό τις ἀψευδήσας εἰπεῖν. ὅτι δὲ αὐτὴ καθ' ἑαυτὴν οὐχ ὑπάρξει ποτὲ κατ' ἴδιον λόγον ἡ ὑποταγὴ, παχύτερόν πως καὶ ἐναργέστερον ἐπ' αὐτῶν ἤδη τῶν ποιημάτων καταγαγόντες τὸν λόγον, θεωρήσομεν· δέχου δέ τινα ἐπὶ τούτοις συλλογισμόν. εἰ γὰρ ἐν τῷ ὑποτάττεσθαι τὸ εἶναι δώσομεν τῷ ἀνθρώπῳ τυχὸν, τὸ μὴ εἶναι πάντως αὐτὸν ἐν τῷ μὴ ὑποτάττεσθαι λογιούμεθα· πῶς οὖν ἐλέγετο πρός τινα παρὰ τοῦ μελῳδοῦ, ὡς ὄντα μὲν ἤδη καὶ ὑπάρχοντα, οὐ μὴν ἔτι καὶ ὑποτεταγμένον "Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν;" ὁρᾷς οὖν ὅπως ἀνόητον κομιδῇ τὸ αὐτὴν ὑφεστάναι καθ' ἑαυτὴν οἴεσθαι τὴν ὑποταγήν; οὐκοῦν ἀνάγκη καὶ συνομολογεῖν ὑπάρχειν τε καὶ εἶναι τὸν Υἱὸν ἐν ἰδίᾳ φύσει πρότερον, εἶθ' οὕτως καὶ ὑποτάττεσθαι λέγειν τῷ Πατρί. τί οὖν, εἰπέ μοι, τὸ ἀναγκάζον ἐστὶ, τὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ γεννήσαντος, τὸν ἀπαραποίητον τῆς φύσεως αὐτοῦ χαρακτῆρα, τῆς πρὸς αὐτὸν ἀποπίπτειν ἰσότητος, διὰ τὸ πειθήνιον; ἡμεῖς μὲν γὰρ ὀρθὰ φρονοῦντες καὶ λέγοντες, ὁμοούσιον ὄντα τῷ γεγεννηκότι γινώσκομεν, καὶ τὴν ἐφ' ἅπασιν ἰσοτιμίαν αὐτῷ περιτίθεμεν, καὶ κατ' οὐδένα τρόπον τῆς θεοπρεποῦς ἀξίας ἡττᾶσθαι λογιούμεθα· σὺ δέ μοι σκόπει κατὰ τίνα τρόπον ἐκβαλεῖς τῆς ἰσομέτρου πρὸς τὸν Πατέρα τιμῆς διὰ τὴν λεγομένην ὑποταγὴν, τὸν τοῖς ἴσοις ἐπαγλαϊζόμενον ἀγαθοῖς διὰ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ' αὐτὸ δὴ τοῦτο, φησὶ, τοῖς παρ' ἡμῶν ἐπαγωνιεῖται λόγοις, τὸ πείθεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ θελημάτων μὲν τῶν ἰδίων οὐ σφόδρα φροντίζειν, εἴκειν δὲ μᾶλλον τοῖς τοῦ Πατρὸς, ὡς ὑπερκειμένου δηλονότι καὶ μείζονος. Ἀλλ' αὐτὸ δὴ τοῦτο κατὰ τὴν σὴν, ὦ οὗτος, φωνὴν, ὅπερ οἴει τοὺς σοὺς ὠφελήσειν λόγους, πάλιν ἕτερον εὑρήσεις οὐδὲν, ἢ τῆς ἐνούσης ὑμῖν ἀμαθίας καρπόν. εἰ μὲν γὰρ τὸ