Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.493
Not analysed yet
τίς ἀμείνων ἐν ἀξιώματι, καὶ τὸ μεῖζον ἔχων ἐν δόξῃ, διεκρίνομεν, ἔδοξεν ἄν πως καὶ τότε δὴ μόλις εὔκαιρόν τινα λόγον ἔχειν ὑμῖν τὸ θρυλούμενον· ἐπειδὴ δὲ ὁ τῆς ὁμοουσιότητος ἐξετάζεται τρόπος, πῶς οὐ μετρίως ἀσυνετοῦντες ἁλώσεσθε, τὸ μεῖζον ἐν αὐτῇ κατὰ τοῦ ἰδίου γεννήματος ἀπονέμοντες τῷ Θεῷ καὶ Πατρί; τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον, ἢ ὅπερ ἂν λέγηταί τι τοῖς τοιούτοις ὁμοειδὲς, οὐκ αὐτὰ κυρίως οὐσίας εἶναι δώσομεν· ὥσπερ οὖν ἐλέγομεν καὶ ἐπὶ τῆς ὑποταγῆς, ἀλλ' ἔξωθέν πως εἰσὶ καὶ τῶν περὶ τὰς οὐσίας. τὸ γὰρ ἤδη προϋφεστηκὸς καὶ ὑπάρχον, ἐπιδέξεται τυχὸν ὡς ἐν συγκρίσει τῇ πρὸς ἕτερον τὸ μεῖζον ἢ ἔλαττον· μὴ ὑποκειμένου δέ τινος καὶ προϋφεστῶτος περὶ ὃ τὰ τοιαῦτα γίνεσθαι φιλεῖ, πῶς ἂν εἶεν αὐτὰ καθ' ἑαυτὰ, καίτοι κατὰ τὴν τοῦ συμβεβηκότος τάξιν νοούμενά τε καὶ ὁριζόμενα; οὐκοῦν ὅταν τὸ ἔλαττον ἢ καὶ τὸ μεῖζον ἡμῖν ὀνομάζηται, τῆς οὐσίας μὲν οὐχ ἅψεσθε τοῦ Μονογενοῦς, ἀλλ' οὐδὲ τῆς τοῦ Πατρὸς, μόναις δὲ ταῖς ἔξωθεν ὑπεροχαῖς ἤτοι μειονεκτήμασι, κατασεμνυνεῖτε μὲν ὥσπερ οὖν οἴεσθε τὸν Πατέρα, διαλοιδορηθήσεσθε δὲ τῷ Υἱῷ, καίτοι διαῤῥήδην ἀκούοντες βοῶντος αὐτοῦ "Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα "τιμᾷ," καὶ ὅτι προσήκοι πάντας τιμᾶν τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα· ἰσοστάθμῳ γὰρ χρῆναι περιβαλέσθαι δόξῃ τὰ μηδαμόθεν εἰς ἔκφυλον ἀλλοτριότητα μερισθῆναι δυνάμενα, λαχόντα δὲ μίαν καὶ τὴν αὐτὴν οὐσίαν, καλῶς γε σφόδρα ποιῶν ἐδίδασκεν ὁ Χριστὸς, "οὐ παρ' ἀνθρώπων "τὴν ἐφ' ἑαυτῷ μαρτυρίαν" λαβεῖν ἐκδεξάμενος, καθάπερ ἔφασκεν αὐτὸς, ἀλλὰ τῶν ὄντων ἁπάντων ἀξιόχρεώς τε καὶ ἀξιώτερος αὐτὸς ἐφ' ἑαυτῷ μάρτυς εἰσβεβηκώς. ἐρεῖ δὲ δὴ πάντως ἀληθῆ κατὰ φύσιν ὑπάρχων ἀλήθεια, καθάπερ οὖν ἔξεστι καὶ ἐξ αὐτῆς ἡμᾶς δοκιμάζειν τοῦτο τῆς τῶν πρα-