Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.494
Not analysed yet
γμάτων ποιότητος. τὸ μὲν γὰρ μεῖζον, ἤτοι τὸ ἔλαττον χωρήσῃ ἂν εἰκότως, οὐ κατ' αὐτῆς τῆς τινων οὐσίας, ἀλλὰ κατά τινων τῶν περὶ τὰς οὐσίας τῶν ὄντων· οἷον δὲ δή τι φημί Ἄνθρωπος ἑτέρου τυχὸν ἀνθρώπου, καθ' ὅπερ ἂν ἄνθρωπος νοοῖτο καὶ λέγοιτο, οὐδαμόθεν ἕξει τὸ μεῖζον, ἢ ἔλαττον· οὔτε γὰρ ἐλάττων ἄνθρωπος ἀνθρώπου καθὸ ἄνθρωπος, οὔτε μείζων καθὸ πάλιν ἄνθρωπος. ἴσος γὰρ ἐφ' ἅπασιν ὁ τῆς φύσεως θεωρεῖται λόγος· ὁ αὐτὸς δ' ἂν σώζοιτο λόγος καὶ ἐπ' ἀγγέλων, ἢ καὶ ἐπὶ παντὸς τοῦ πεποιημένου καὶ ἐν τῇ κτίσει κατηριθμημένου. οὐκοῦν ἀχώρητα παντελῶς ἐπ' αὐτῶν τὰ τοιαῦτα τῶν οὐσιῶν εὑρίσκεται, συμβαίνει δὲ ταῖς οὐσίαις, ἤγουν τισὶ τῶν περὶ αὐτὰς, καθάπερ ἐν τοῖς ἀνωτέρω δεδώκαμεν. πῶς οὖν ἔσται μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, φύσει Θεὸς ὑπάρχων τοῦ κατὰ φύσιν Θεοῦ; τὸ γὰρ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν Υἱὸν, ἀναγκάσει δὴ πάντως καὶ οὐχ ἑκόντας ὑμᾶς ἀποδοῦναι τὸ ὁμοούσιον αὐτῷ. Προϋποκειμένου τοιγαροῦν καὶ ἀναμφιλόγως εἰσβαίνοντος τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱὸν, ἐπιζητῶμεν, εἰ δοκεῖ, πότερόν ποτε τὴν μὲν ἴσην αὐτῷ τιμὴν ἀπονέμοντες, ὡς πρὸς τὸν ἐξ οὗπέρ ἐστι, καὶ μὴν καὶ δόξαν περιθήσομεν τῷ γεγεννηκότι, ἢ τὸ ἐναντίον ἐξεργασόμεθα, τοῖς κατωτέρω καὶ ἐλάττοσιν ἐξυβρίζοντες τὸν γεγεννημένον, ὅπερ ὄντως ἐστὶ καὶ ἀληθέστερον· δόξα μὲν γὰρ τῷ Πατρὶ τὸ γεννῆσαι τοιοῦτον, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν αὐτός. συμβήσεται δὲ πάντως τὸ ἐναντίον· εὐφημεῖν γὰρ ἀκόλουθον· εἰ μὴ διασώζοι τὴν αὐτῷ πρέπουσαν εὐφυΐαν ὁ Υἱὸς, τὸ μεῖον ἔχων ἢ κατὰ τὴν δόξαν ἢ κατά τι γοῦν τῶν ὅσα προσεῖναι πάντως ἐχρῆν, ἵνα δὴ φαίνοιτο διὰ πάντων παντέλειός τε καὶ ἀληθινὸς ὑπάρχων Θεός. ἔχων δὲ οὕτω φύσεως, εἰ τιμᾷ