Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.495
Not analysed yet
τὸν Πατέρα, μὴ γελάσῃς ἄνθρωπε, μηδὲ ὀφλήσεις δίκην κακύνων ἀμαθῶς, ὅπερ ἥκιστα χρῆν. ἔστι γὰρ δήπου θαυμάζειν αὐτὸν καὶ ἐπὶ τούτῳ πρέπον, ὅτι καὶ τιμᾷ καὶ ἀγαπᾷ τὸν γεννήσαντα· πᾶν γὰρ εἶδος ἀρετῆς, πηγὴν ὥσπερ τινὰ καὶ ῥίζαν ἔχει τὴν ἀνωτάτω πασῶν οὐσίαν· ἐκφανέντα δὲ πρῶτον ἐν ἐκείνῃ τὰ ἀγαθὰ, καὶ εἰς ἡμᾶς καταῤῥεῖ, τοὺς οἵπερ ἐσμὲν γεγονότες κατὰ τὴν ἐκείνης εἰκόνα. διὰ τοῦτο καὶ ἡμῖν ὁ νομοθέτης τιμᾶν ὅτι χρὴ πατέρα καὶ μητέρα διήγγελλεν, ἀλλὰ καὶ γέρα τούτοις ἐπετίθει τὰ κάλλιστα· μέγιστον οἶμαι δὴ πάντων τὸ πρᾶγμα εἰδὼς, καὶ λοιδορίας ἁπάσης τοσοῦτον ἀπηλλαγμένον, ὡς καὶ μακραίωνος βίου φαίνεσθαι πρόξενον· ὅνπερ οὖν τρόπον ἡμεῖς διὰ τὸ ὑποτάττεσθαι καὶ καταπείθεσθαι τοῖς γεννήσασιν, οὐχ ἕτεροί τινες κατὰ τὴν φύσιν ὡς πρὸς αὐτοὺς ἀποτελούμεθα, ἀλλ' ὄντες ὅπερ εἰσὶν ἐξ ἀνθρώπων ἄνθρωποι, καὶ τέλειον ἔχοντές τε καὶ ἀποσώζοντες τὸν τῆς ἀνθρωπότητος ὅρον, ἐπιτηδεύομεν ὡς ἐν τάξει λαμπρᾶς ἀρετῆς τὸ πειθήνιον· οὕτω νοήσεις ἐπί τε Πατρὸς καὶ τοῦ Υἱοῦ. ὢν γὰρ ὅ ἐστιν, ἐκ Θεοῦ Θεὸς δηλονότι, τέλειος ἐκ τελείου, χαρακτὴρ ἀπαραποίητος τῆς τοῦ γεννήσαντος οὐσίας, λογιεῖται μὲν ἕτερον οὐδὲν, ἢ ὅπερ ἂν καὶ αὐτὸς λογίσαιτο τυχὸν, οὗπέρ ἐστι καὶ βουλὴ καὶ Λόγος· ἐθελήσει δὲ πάντως τὰ αὐτὰ τῷ Πατρὶ, τοῖς αὐτοῖς, ἵν' οὕτως εἴπω, τῆς ὁμοουσιότητος νόμοις, εἰς τὸ πάντα συνεθέλειν τὰ ἀγαθὰ τῷ Πατρὶ συνδιακρατούμενος. Σκανδαλίζου τοιγαροῦν, ἄνθρωπε, μηδαμῶς, ὅταν ἀκούσῃς λέγοντος Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. ὃ γὰρ ἐλέγομεν ἐξ ἀρχῆς, τοῦτο πάλιν ἐροῦμεν. κατὰ πράγματος ὡρισμένου καὶ ἐναργοῦς τὸν ἐπὶ τούτῳ λόγον ἐποιήσατο ὁ Χριστός.