Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.496
Not analysed yet
διδάσκων γὰρ, ὅτι τὸ ὑπὲρ πάντων τεθνάναι θελητὸν μὲν ἔχει διὰ τὸ οὕτω βεβουλῆσθαι τὴν θείαν φύσιν, ἀνεθέλητον δὲ διὰ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ τὸ ὅσον ἧκεν εἰς τὴν σάρκα παραιτουμένην τὸν θάνατον, τὰ τοιαῦτά φησι. καὶ μακρὸς μὲν ἡμῖν ἤδη προανήλωται λόγος· ὅτι δὲ καὶ ἀνεθέλητόν πως ὁρᾶται τῷ Σωτῆρι Χριστῷ, καθόπερ ἦν ἄνθρωπος, τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ ἐξ αὐτῆς ἀκόλουθον ἡμᾶς τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν. φαμὲν οὖν, ὅτι τῆς Ἰουδαϊκῆς ἔργον ἦν ἀπονοίας, τὸ πάντη τε καὶ πάντως σταυρωθήσεσθαι τὸν Χριστὸν, καὶ τοῦτο ἀνυπερθέτως ἔμελλεν ἔσεσθαι παρ' αὐτῶν, οὐκ ἀμελέτητον ἐχόντων τὴν τόλμαν τὴν ἐπὶ τούτοις, ἀφ' ὧν ἤδη πεπράχεσαν εἴς τε τοὺς ἁγίους προφήτας, καὶ τοὺς οἵπερ ἂν ἦσαν κατ' ἐκεῖνο καιροῦ γεγονότες ἅγιοι. ἐπειδὴ δὲ οὐχ ἑτέρως ἦν τὸ πεπτωκὸς εἰς θάνατον, ἐξαναστῆσαι πάλιν εἰς ζωὴν, εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἔδει δὲ πάντως γεγονότα παθεῖν· τὸ ἀνεθέλητον ἐποιήσατο θελητὸν, καὶ τοῦτο τῆς θείας φύσεως διὰ τὴν εἰς ἡμᾶς καταδεξαμένης ἀγάπην. Ἡ γὰρ πάντων τεχνῖτις σοφία, τουτέστιν ὁ Υἱὸς, τὸ ἐκ διαβολικῆς δυστροπίας σκευωρηθὲν, φημὶ δὲ τὸν ἑαυτοῦ κατὰ σάρκα θάνατον, ὁδὸν ἡμῖν σωτηρίας καὶ θύραν ἀνέδειξε ζωῆς, καὶ ἀντέστραπται τῷ διαβόλῳ τὰ ἐν ἐλπίσι, καὶ μόλις ἔγνω παθὼν, ὅτι σκληρὸν αὐτῷ τὸ θεομαχεῖν. δοκεῖ δέ μοι καὶ ὁ θεσπέσιος μελῳδὸς τοῖς περὶ τούτων συμφέρεσθαι λόγοις, καί τι τοιοῦτον ὑποδηλοῦν, ὅτε φησὶν, ὡς περὶ Χριστοῦ καὶ τοῦ διαβόλου "Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει "αὐτόν·" παγίδα μὲν γὰρ συνεπήξατο τῷ Χριστῷ τὸν