Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.502
Not analysed yet
Μωυσαϊκοῖς συγγράμμασι, πατρῷον ὥσπερ τινὰ τοῖς Ἰουδαίοις κλῆρον ἐνόντα τὸν ἐπὶ τοῖς ἀρίστοις τε καὶ ἀγαθοῖς γογγυσμὸν εὑρήσομεν· ἀλλ' εἰς πικρὸν καταλῆγον τὸ πρᾶγμα τέλος, καὶ πάλαι μὲν ἐν ἐκείνοις ἡ πεῖρα, καὶ νῦν ἐπὶ τούτοις οὐδὲν ἧττον ἐπέδειξεν. ἐγόγγυζον ἐκεῖνοι κατὰ τὴν ἔρημον, καὶ ἀχάριστον ἐποιοῦντο κατὰ Θεοῦ τὴν καταβοὴν, ἀλλ' "ὑπὸ τῶν ὄφεων ἀπώλλυντο," καθάπερ που καὶ ὁ σοφὸς διεμαρτύρατο Παῦλος· γογγύζουσι καὶ οὗτοι κατὰ Χριστοῦ, καὶ τὸν νομοθέτην καὶ λυτρωτὴν ταῖς οὕτω μακραῖς ἀπειθείαις ὑβρίζουσιν· ἀλλ' ἐντελεῖται "τῷ δράκοντι "καὶ δήξεται αὐτοὺς," κατὰ τὸ γεγραμμένον· προκείσονται δὲ θοίνη τῷ παμφάγῳ θηρὶ, καταλήγει γὰρ ὡς ἐξ ἀνάγκης ἀεὶ πρὸς τέλος ἡ ἀπείθεια τὸ παγχάλεπον. Καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ὦ πολλῆς ἀμαθίας, καὶ ἀκράτῳ μέθῃ κατεσκοτισμένης διανοίας· "ἐπαχύνθη, κατὰ τὸ γεγραμμένον, ἡ καρδία τοῦ "λαοῦ τούτου." θεωρεῖ γὰρ ὄντως οὐδὲν, ὧν ἔδει συνιέναι λαμπρῶς, καὶ γέλωτος ἄξια καὶ φρονεῖ καὶ φθέγγεται· χρῆν γὰρ δήπου μᾶλλον αὐτοὺς τὴν τοῦ πανσόφου Μωυσέως ἐκμελετῶντας συγγραφὴν, τοῖς τε τῶν ἁγίων προφητῶν ἐντρυφῶντας κηρύγμασιν ἐκεῖνο νοεῖν, ὡς οὐ δίχα σαρκὸς, οὐδὲ τῶν διὰ σώματος περιβλημάτων, ὡς ἡμᾶς ἀφίξεσθαι προσεδοκᾶτο Χριστὸς, ἀλλ' ἐν ἀνθρωπείᾳ μορφῇ φανήσεσθαι προεκηρύττετο, καὶ ἐν τῷ κοινῷ δὴ τούτῳ πάντων εὑρεθήσεσθαι σχήματι· διάτοι τοῦτο τὴν μὲν ἁγίαν παρθένον ἕξειν ἐν γαστρὶ, τέξεσθαι δὲ καὶ υἱὸν, προφητικὸς ἡμῖν ἀναφωνεῖ λόγος· ὀμόσας δὲ τῷ μακαρίῳ Δαυεὶδ ἀλήθειαν