Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.503
Not analysed yet
εὑρίσκεται Κύριος, ἣν δὴ καὶ ἀθετήσειν οὐδαμῶς ἐπηγγέλλετο, ὅτι θήσει τὸν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, καθὰ γέγραπται· ἐξελεύσεσθαι δὲ καὶ "ῥάβδον "ἐκ τῆς ῥίζης Ἰεσσαὶ" προαπήγγελτο. οἱ δὲ εἰς τοσαύτην ἀλογίαν ἐκτρεχόντες οὐκ αἰσθάνονται, ὡς εἴπερ εἰδεῖεν τὴν κατὰ σάρκα μητέρα τοῦ μετὰ σαρκὸς ἀφίξεσθαι προκεκηρυγμένου, διὰ τοῦτο χρῆναι δὴ πάντως ἀπειθεῖν οἰομένων, ὅτι καταβέβηκεν ἐκ τῶν οὐρανῶν· εἰ γὰρ καὶ μὴ κατὰ σῶμα τοῦτο γεγονὸς εὑρήσομεν, ἀλλ' ἦν ὡς ἐν οἰκείῳ ναῷ τῷ ἐκ παρθένου σώματι Λόγος ὁ θεῖος, ἄνωθεν ἐκ Πατρὸς ὡς ἡμᾶς ἀφιγμένος, καὶ διὰ τὴν ἁπάντων σωτηρίαν σπέρματος Ἁβραὰμ ἐπιδραξάμενος, ἵνα "κατὰ πάντα τοῖς ἀδελφοῖς" ὁμοιωθῇ, καὶ καλέσῃ πρὸς υἱοθεσίαν τὴν ὡς πρὸς Θεὸν τὴν ἀνθρώπου φύσιν, Θεὸς ἅμα καὶ ἄνθρωπος ἀναδεδειγμένος. ἀλλ' οὐ συνέντες τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Σωτῆρος ἡμῶν Ἰουδαῖοι, ἀπὸ τοῦ τὴν μητέρα γινώσκειν αὐτοῦ καὶ τὸν πατέρα, καίτοι μὴ ὄντα πατέρα, οὐκ ἐρυθριῶσιν ἀσχάλλοντες, ὅτι καταβῆναι λέγοι Χριστὸς ἐξ οὐρανοῦ. Τύπος δὲ πάλιν ἡμῖν ὠφελείας ἀνατέλλει κἀν τούτῳ πολλῆς· παιδευόμεθα γὰρ διὰ τούτων ἐν τοῖς καθ' ἡμᾶς, ὅτι πολλὴν ἂν ἡμῖν προσοίσῃ ζημίαν τὸ μὴ μᾶλλον τοῖς νοητοῖς τῆς καρδίας ὄμμασι τὴν ἐνοῦσαν τοῖς ἁγίοις περιαθρεῖν ἀρετὴν καὶ εἰς τὴν ἐγκεκρυμμένην αὐτοῖς δόξαν ἀφορᾶν, ἀλλ' ἐκ τῆς περὶ τὸ σῶμα σμικροπρεπείας πολλάκις οὐδενὸς ἐν τάξει τιθέναι τὸ μέγα παρὰ Θεῷ καὶ τίμιον. οὕτω περὶ τῶν ἁγίων ἐν προφήταις ὁ Θεός που φησὶν, ὡς ἐν ἑνὶ κατὰ πάντων ἁπλώσας τὸν λόγον "Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν "ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ, καὶ ἔσται ὡς "ξύλον εὐθηνοῦν παρ' ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν "αὐτοῦ, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ δια-