Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.504
Not analysed yet
"λείψει ποιῶν καρπόν. βαθεῖα καρδία παρὰ πάντα, καὶ "ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; ἐγὼ Κύριος "ἐτάζων καρδίας, δοκιμάζων νεφρούς." ὅταν τοίνυν ἡμεῖς τὸν ἐγνωσμένον παρὰ Θεῷ, καὶ ἐν ταῖς ἀρτίως εἰρημέναις τεθαυμασμένον ἀρεταῖς, ταῖς ἀλαζονείαις κατασμικρύνωμεν, εἰς μόνην αὐτοῦ τὴν ἐξωφανῆ καὶ ἐπίκηρον ἀποβλέποντες σάρκα, καὶ τὴν ἐκ τοῦ σώματος ἀδοξίαν πρόφασιν τῆς ἐπ' αὐτῷ σμικροψυχίας ποιησάμενοι, πῶς οὐχὶ τἀναντία φρονοῦντες τῷ πάντων ἁλωσόμεθα βασιλεῖ, δίκην τε οὕτως ὑφέξομεν οὐ μετρίαν, ἔσθ' ὅτε τὸ ὑψηλὸν λέγοντες ταπεινὸν, καὶ τὸ φῶς τιθέμενοι σκότος, καὶ τὸ γλυκὺ πικρὸν ὁριζόμενοι; Φυλακτέον τοιγαροῦν τοῖς ἁγίοις τὰς αὐτοῖς πρεπούσας τιμὰς, καὶ θεωρητέον μᾶλλον αὐτοὺς διὰ τῆς ἔσωθεν καὶ κεκρυμμένης εὐκλείας, ἢ ἐν οἷς ἂν εἶεν διὰ τὴν σάρκα. ἀλλὰ γὰρ οἱ πλεῖστοι τῶν ἐν ἡμῖν, τὸ μὲν ἐν κόσμῳ ταπεινὸν τιμῆς μὲν ὅλως ἢ καί τινος δόξης ἀξιοῦν οὐκ ἀνέχονται, κἂν ὑπάρχοι διαπρεπὴς ἐν ἀρεταῖς, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐκ πλούτου πλεονεξίαν, καὶ τὴν εὐδιάφθορόν τε καὶ ὅσον οὐδέπω τεθνηξομένην εὔκλειαν ἐνορῶντες οὐ σφόδρα δικαίοις ὀφθαλμοῖς, παρ' οὐδὲν ποιοῦνται τὸ κρίνειν ὀρθῶς. τοὺς γὰρ δὴ τοιούτους καὶ λίαν εἰκότως διαγελᾷ τοῦ Σωτῆρος ὁ μαθητὴς, λέγων "Ὑποκριταὶ, ἐὰν γάρ τις εἰσέλθῃ "εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι "λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι," εἶτα λέγητε, φησὶ, τῷ μὲν πλουσίῳ πρὸς τῷ δεξιῷ καθέζεσθαι τόπῳ, τῷ δὲ "πτωχῷ Στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν "μου, οὐ διεκρίθητε ἐν ἑαυτοῖς;" καίτοι σκοπεῖν ἐντεῦθεν ἀκόλουθον, πόσης ἂν εἶεν εὐλόγου μομφῆς ὑπαίτιοι γεγονότες, οἱ τοῖς ἔξωθεν περιβλήμασι, καὶ οὐχὶ τοῖς ἔσωθεν