Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.505
Not analysed yet
ἀγαθοῖς τὸν ἄνδρα θαυμάζοντες. καὶ πλοῦτος μὲν γὰρ καὶ τὸ ἐκ πλούτου λαμπρὸν, ἀλλοτρίαν τινὰ καὶ νόθην τοῖς κεκτημένοις προσοίσειεν ἂν εἰκότως τὴν δόξαν· ἡ δὲ ἐν καρδίᾳ λαμπρότης, καὶ τὸ ἐν ἔργοις ἀγαθοῖς διαφανὲς, γνήσιος ἂν εἶεν καὶ ἐμπεφυκὼς τοῖς ἔχουσι πλοῦτος, οὐ συναπομένων τῇ σαρκὶ, καὶ σὺν αὐτῇ κατασηπόμενος, ἀλλ' ἐνδημούσῃ μὲν ἔτι τῇ ψυχῇ κατὰ τόνδε τὸν βίον συνῳκισμένος, ἐκδημούσῃ δὲ πάλιν συναφιπτάμενος, ὅποι περ ἂν ὁ τοῦ παντὸς νεύσειεν ἡγεμών. πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καθάπερ ἠκούσαμεν. Τιμητέον τοιγαροῦν οὐχὶ πάντως ἢ ἀναγκαίως τὸν ἐν πλούτῳ διαφανῆ, καὶ τοῖς ἐπὶ γῆς δοξαρίοις καθάπερ ἐν πίνακι κατακεχρωσμένον, ἐκείνους δὲ μᾶλλον, οἷς ἡ τῶν ἔργων φαιδρότης ἀμάραντον ἀποτίκτει διὰ Θεοῦ τὴν εὔκλειαν, καὶ τὸ ἔσωθεν ἐναστράπτει κάλλος διὰ πάσης ἰδέας ἀγαθῶν ἐκλελαμπρυσμένους. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ' ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Κατασμικρύνουσιν Ἰουδαῖοι τὸν Ἰησοῦν, τὸν μὲν ἐν τοῖς οὐρανοῖς ἀγνοοῦντες Πατέρα, καὶ ὅτι περ εἴη κατὰ φύσιν Υἱὸς τοῦ πάντων δεσπόζοντος, οὐδαμόθεν ἐπιγινώσκοντες, εἰς δὲ μόνην ἀποβλέποντες τὴν ἐπὶ τῆς γῆς μητέρα καὶ τὸν Ἰωσήφ. διὰ τοῦτο θερμότερόν πως αὐτοῖς ὑπαντᾷ, καὶ παραχρῆμα πάλιν ἐπ' αὐτὸ τὸ θεοπρεπὲς ἀξίωμα χρησίμως ἀναπηδᾷ· δι' ὧν οἶδεν, ὡς Θεὸς, καὶ τὸ λάθρα ψιθυρισθὲν καὶ εἰς νοῦν αὐτοῖς ἀναβεβηκὸς, διὰ τούτων αὐτῶν ἐπιτρέπων ἐννοεῖν, ὅτι τῆς ἀληθείας ἐκπίπτουσι, καὶ μικρὰν κομιδῆ τὴν