Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.506
Not analysed yet
ἐπ' αὐτῷ διάληψιν ἐποιήσαντο. τὸν γὰρ ὅλως εἰδότα καρδίας, ἐξετάζοντά τε τὰ ἐν νῷ κινήματα, καὶ οὐδὲν ἠγνοηκότα τῶν ἐν ψυχαῖς βουλευμάτων, πῶς οὐχὶ μᾶλλον ἐχρῆν δόξῃ μὲν ἤδη καταστέφειν τῇ θεοπρεπεῖ, καὶ ἀνακομίζειν δὲ εἰς τοσοῦτον τῆς ἐν ἀνθρώποις σμικροπρεπείας, ὅσον δὴ ὑπερκέοιτο τῶν ἐπὶ γῆς ὁ Θεός; ἀνακαλύπτων τοίνυν τὸν ἐν ἀφθόγγοις ἔτι μομφαῖς κατακεχωσμένον λογισμὸν, καὶ τὸν λάθρα διαψιθυρισθέντα γογγυσμὸν ἐν αὐτοῖς φανερὸν καθιστὰς δι' αἰτίαν ἤδη τὴν εἰρημένην Μὴ γογγύζετέ φησι μετ' ἀλλήλων· εἶτα δεικνὺς, ὅτι θεοδίδακτον ἐν ἀνθρώποις ἀγαθὸν τὸ περὶ αὐτοῦ μυστήριον, καὶ τῆς ἄνωθεν χάριτος ἔργον ἐστὶν ἡ περὶ αὐτοῦ γνῶσις, μηδὲ δύνασθαί φησιν ὡς αὐτὸν ἀφικέσθαι, μὴ οὐχὶ ταῖς τοῦ Πατρὸς νουθεσίαις καθειλκυσμένον· ἦν δὲ τοῦτο πάλιν ἕτερον ποιοῦντος οὐδὲν ἢ σκοπεῖν ἀναπείθοντος, ὅτι δεήσοι μὲν αὐτοὺς κλάοντας καὶ πικραινομένους, ἐφ' οἷς μὲν ἤδη λελυπήκεσαν ἐλευθεροῦσθαι ζητεῖν, ἀνέλκεσθαι δέ πως καὶ εἰς σωτηρίαν διὰ πίστεως τῆς εἰς αὐτὸν, διὰ βουλῆς τοῦ Πατρὸς, καὶ τῆς ἄνωθεν ἐπικουρίας κατευμαριζούσης αὐτοῖς τὴν ἐν τούτοις ὁδὸν, καὶ λείαν ὥσπερ ἀποτελούσης, τὴν ἐπείπερ ἡμάρτανον ἀφειδῶς ἐκτετραχυμένην· ἀναστήσειν γεμὴν ἐκ νεκρῶν τὸν πιστεύοντα χρησίμως διεβεβαιοῦτο, καὶ διὰ τούτου πάλιν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθινὸν τοῖς ἀνοήτοις ἑαυτὸν παριστάς· τὸ γὰρ ὅλως δύνασθαι ζωοποιεῖν, καὶ παλινδρομῆσαι πρὸς ἀναβίωσιν ἀναγκάσαι τῷ θανάτῳ κεκρατημένον, μόνῃ μὲν ἂν πρέποι δικαίως τῇ τοῦ Θεοῦ φύσει, προσγράφοιτο δὲ τῶν γενητῶν οὐδενί. τοῦ γὰρ ζῶντός ἐστι τὸ ζωοποιεῖν, καὶ οὐχὶ τοῦ παρ' ἑτέρου δανειζομένου τὴν χάριν.