Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.507
Not analysed yet
Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Τὴν ἐνυπάρχουσαν τοῖς ἀκροωμένοις ἀπόνοιαν ἐννοήσας ὡς Θεὸς, οὐκ ἀμαρτύρητον ἐᾷ τὸν ἐπὶ τούτῳ λόγον, ἄνωθεν δὲ διὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένον ἤδη καὶ προαναφωνηθέντα δεικνύει, καὶ τὰς τῶν ἀντερεῖν ὅτι πρέποι πάλιν αὐτῷ διενθυμουμένων προαναιρῶν ἀφορμὰς, καὶ τὴν ἐνοῦσαν αὐτοῖς ἀμαθίαν οὐδὲν ἧττον ἀπογυμνῶν, διὰ τοῦ καὶ τοῦτο δὴ πάλιν ἀγνοοῦντας ὁρᾶσθαι, καίτοι νόμῳ παιδαγωγουμένους πρὸς τὴν τῶν ἐσομένων κατάληψιν. ἀναπείθει τοίνυν καὶ οὐχ ἑκόντας ἤδη συννεύειν· οὐ γὰρ ἦν εἰκὸς καὶ ταῖς τῶν ἁγίων προφητῶν ἀντιστατήσειν φωναῖς, ὅτι τοῖς ἀξίοις ἐνηχήσει ὁ Θεὸς καὶ Πατὴρ τὸ περὶ αὐτοῦ μυστήριον, καὶ ἀποκαλύψει τὸν ἴδιον Υἱὸν, ἀποῤῥήτως ἑκάστῳ προσλαλῶν, καὶ θεοπρεπῶς τὴν ἐπὶ τούτοις σύνεσιν ἐντιθείς. Ἀνωτέρω δὲ λέγων "Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, "ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτὸν," οὐκ ἀναγκαστικὴν, οὐδὲ βιαιοτάτην οὖσαν ἐπιδεικνύει τὴν ἕλξιν προστιθείς· Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρός μου καὶ μαθὼν ἔρχεται πρὸς μέ. Ὅπου γὰρ ἀκοὴ καὶ μάθησις καὶ τὸ ἐκ παιδεύσεως ἀγαθὸν, διὰ πειθοῦς δηλονότι καὶ οὐκ ἐξ ἀνάγκης ἡ πίστις· ἀντιληπτικὴ δὲ μᾶλλον, ὡς ἐξ ἀγάπης τοῖς ἀξίοις ἡ ἐπὶ Χριστῷ σύνεσις χορηγεῖται παρὰ τοῦ Πατρὸς ἤπερ ἀναγκαστική· περισώζεσθαι γὰρ ὁ δογματικὸς ἀναγκάζει λόγος τὸ αὐτεξούσιον καὶ αὐτοπροαίρετον τῇ τοῦ ἀνθρώπου ψυχῇ, ἵνα