Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.508
Not analysed yet
δικαίους μὲν ἐπ' ἀγαθοῖς ἀπαιτῇ τοὺς μισθοὺς, σφαλλομένη δὲ τοῦ πρέποντος, καὶ τὸ τῷ νομοθέτῃ δοκοῦν ἐκ ῥᾳθυμίας ἐκβαίνουσα, τὴν ἐπὶ τῷ κολάζεσθαι δίκην καὶ εὐλογωτάτην ἀποκομίζοιτο. Ἰστέον δὲ ὅτι κἂν λέγοιτό τινας ἐκπαιδεύειν ὁ Πατὴρ τὸ ἐπὶ Χριστῷ μυστήριον, ἀλλ' οὐ μόνος ἐνεργήσει περὶ τοῦτο, ἐπιτελέσει δὲ μᾶλλον ὡς διὰ σοφίας ἰδίας αὐτὸ τοῦ Υἱοῦ. ἐννοεῖν γὰρ ἀκόλουθον, ὡς οὐ δίχα σοφίας ἡ κατὰ σύνεσιν ἔν τισιν ἀποκάλυψις ἔσται παρὰ τοῦ Πατρός. σοφία δὲ τοῦ Πατρός ἐστιν ὁ Υἱός. οὐκοῦν ὡς διὰ σοφίας ἐνεργήσει τοῦ ἰδίου γεννήματος τὴν ἐν τοῖς ἀξίοις ἀποκάλυψιν ὁ Πατήρ. καὶ ἁπαξαπλῶς εἰπεῖν, ἀληθῶς δὲ δὴ πάντως, καὶ οὐχ ἑτέρως, οὐκ ἄν τις ἁμάρτοι, πάνθ' ὅσα πέρ ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεργήματα τὰ ἐπί τισιν, ἤτοι θελήματα, πάσης εἶναι λέγων τῆς ἁγίας Τριάδος, ὁμοίως δὲ καὶ τὰ αὐτοῦ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Ἁγίου Πνεύματος. διὰ γάρτοι ταύτην, ὡς ἐγῷμαι, τὴν αἰτίαν, τοῦ Θεοῦ καὶ Πατρὸς ἀποκαλύπτειν λεγομένου τὸν ἴδιον Υἱὸν, καὶ καλεῖν ἐπ' αὐτῷ τοὺς εἰς τὸ πιστεύειν ἑτοιμοτέρους, καὶ αὐτὸς ὁ Υἱὸς τοῦτο ποιῶν εὑρίσκεται, καὶ τὸ Πνεῦμα δὲ οὐδὲν ἧττον τὸ Ἅγιον. Πέτρῳ μὲν γὰρ τῷ μακαρίῳ φησὶν ὁ Σωτὴρ, τὴν εἰς αὐτὸν πίστιν εὐθαρσέστατα διωμολογηκότι "Μακάριος εἶ Σίμων Βὰρ "Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ "Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." αὐτὸς δὲ τοῦτο ποιῶν ἐν ἑτέροις ὁρᾶται. καὶ γοῦν ἐφ' ἑαυτῷ καλῶς δὴ λίαν ὁ Παῦλος ἀποσεμνύνεται, περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου βοῶν "Οὐδὲ γὰρ ἐγὼ παρ' ἀνθρώπου παρέλαβον αὐτὸ, ἢ ἐδιδά"χθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ." ἴδοις δὲ ἂν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον οὐδὲν ἧττον ἡμῖν ἀποκαλύπτει Χριστόν. ἐπιστέλλει γοῦν ὁ σοφώτατος Ἰω-