Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.509
Not analysed yet
άννης "Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε ἀπ' αὐτοῦ μένει ἐν "ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς "τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων." καὶ αὐτὸς δέ που φησὶν ὁ Σωτὴρ, ὡς περὶ τοῦ παρακλήτου, τουτέστι τοῦ Πνεύματος "Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ "δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα "τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· οὐ γὰρ "λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούει λαλήσει, καὶ τὰ "ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ "ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν." πνεῦμα γὰρ ἀληθείας ὑπάρχον, φωταγωγήσει τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ ἐπὶ τὴν τῆς ἀληθείας χειραγωγήσει κατάληψιν. καὶ ταῦτά φαμεν, οὐχ ὡς κατασχίζοντες εἰς ἀλλοτριότητα, καὶ εἰς τὸ διῃρημένως κατὰ τὸ πᾶν ἢ τὸν Πατέρα τιθέντες τοῦ Υἱοῦ, ἤγουν τὸν Υἱὸν τοῦ Πατρὸς, ἀλλ' οὐδὲ τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλ' εἴπερ μία θεότης ἐστί τε ὄντως καὶ οὕτω κηρύττεται ἐν τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ θεωρουμένη Τριάδι, τὰ ἑκάστῳ προσαπτόμενα καὶ ἰδίως ἀνατεθεῖσθαι δοκοῦντα, πάσης εἶναι διοριζόμενοι τῆς θεότητος βουλάς τε καὶ ἐνεργείας. ἐνεργήσει γὰρ δι' ἑαυτῆς οὐ μεμερισμένως ἡ θεία τε καὶ ἀδιαίρετος φύσις, ὅσον ἧκεν εἰς τὸν ἕνα τῆς θεότητος λόγον, εἰ καὶ ὑφέστηκε τῶν νοουμένων ἕκαστον ἰδιοσυστάτως· ἔστι γὰρ ὅ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς ὁμοίως καὶ τὸ Ἅγιον Πνεῦμα. πρὸς δέ γε τοῖς εἰρημένοις περιαθρητέον κἀκεῖνο· τὰ πρός τι πως ἔχοντα τῶν ὀνομάτων, αὐτὰ δι' ἀμφοῖν γνωρίζεται, καὶ τὴν τοῦ ἑνὸς δήλωσιν ἐν τῇ τοῦ ἑτέρου κατίδοι τις ἄν. οὐκοῦν ἀνάγκη μὲν πᾶσα διὰ Πατρὸς ἀποκαλύπτεσθαι τὸν Υἱὸν, δι' Υἱοῦ δ' αὖ πάλιν τὸν Πατέρα· συνεισάγεται γὰρ πάντως θατέρῳ τὸ ἕτερον, καὶ εἴ τις εἰδείη Πατέρα τῇ φύσει τὸν Θεὸν, ἐννοήσει δὴ πάντως