Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.510
Not analysed yet
τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱὸν, ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἕτερον. ὁ γὰρ Υἱὸν ὁμολογῶν οὐκ ἀγνοήσει τὸν γεγεννηκότα. Οὐκοῦν ᾗ μέν ἐστι Πατὴρ ὁ Θεὸς, οὕτω τε νοεῖται καὶ κηρύττεται, τὴν περὶ τοῦ ἰδίου γεννήματος τοῖς ἀκροωμένοις ἐντίθησι γνῶσιν· ᾗ δὲ Υἱὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ὀνομάζεται καὶ ἔστιν ἀληθῶς, διαγγέλλει τὸν Πατέρα· διάτοι τοῦτό φησιν ὡς πρὸς αὐτόν "Ἐφανέρωσά σου τὸ ὄνομα "τοῖς ἀνθρώποις." ἐπειδὴ γὰρ ἐγνώσθη παρὰ τοῖς πεπιστευκόσιν ὁ Υἱὸς, πεφανερῶσθαί φησι τὸ τοῦ γεννήσαντος ὄνομα· νοηθείη δ' ἂν τὴν περὶ τοῦ ἰδίου γεννήματος γνῶσιν ἐντιθεὶς ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, οὐ φωνῆς ἄνωθεν καταῤῥηγνυμένης, καὶ βροντῆς τινος δίκην περικτυπούσης τὴν οἰκουμένην, ἀλλὰ θείας δηλονότι φωταγωγίας ἀναλαμπούσης ἐν ἡμῖν πρὸς κατανόησιν τῆς θεοπνεύστου γραφῆς· εὑρήσεις δὲ πάλιν καὶ πρὸς τοῦτο ἐν ἡμῖν ἐνεργὸν τὸν Υἱόν· γέγραπται γάρ που περὶ τῶν ἁγίων μαθητῶν ὅτι "Τότε διήνοιξεν "αὐτῶν τοὺς ὀφθαλμοὺς," εἰς τὸ νοεῖν δηλονότι τὰς ἁγίας γραφάς. Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Προανασκοπήσας πάλιν, ὡς Θεὸς, ὅτι παραδέξονται μὲν οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, οὐδὲ τὴν ἄνωθεν μὲν ἐν φωταγωγίαις ἐννοήσουσι σύνεσιν, ἀπαιτήσουσι δὲ διὰ πολλὴν δυσβουλίαν καὶ αὐτὸ τὸ χρῆναι θεωρεῖν τὸν Πατέρα, καὶ, ἵνα οὕτως εἴπωμεν, δι' αὐτοπροσώπου παιδεύεσθαι θέας, ὅπερ ὡς ᾤοντο τοῖς πατράσιν αὐτῶν ὑπήρχθη ποτὲ, καταφοιτώσης ἐπὶ τὸ ὄρος τὸ Σινᾶ τῆς δόξης τοῦ Θεοῦ· προανασειράζει πάλιν, καὶ ὥσπερ τινὶ