Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.519
Not analysed yet
ὑπὲρ πάντων ἀντίλυτρον· ἦν γὰρ ὑπὲρ πάντας. διὰ τοῦτο καὶ ἐν ψαλμοῖς που φησὶν ἑαυτὸν ὑπὲρ ἡμῶν ὥσπερ ἄμωμον ἱερεῖον ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί "Θυσίαν καὶ προς"φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ"ματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον Ἰδοὺ "ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι "τὸ θέλημά σου ὁ Θεὸς ἠβουλήθην·" ἐπειδὴ γὰρ "αἷμα "ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως" οὐκ ἐξήρκει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, ἀλλ' οὐδὲ ἡ τῶν ἀλόγων σφαγὴ κατήργησεν ἄν ποτε τοῦ θανάτου τὸ κράτος, αὐτὸς εἰσβαίνει Χριστὸς τρόπον τινὰ τὰς ὑπὲρ ἁπάντων ὑφέξων δίκας. "Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν," ὡς ὁ προφήτης φησὶ, καὶ "τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν "τῷ σώματι αὐτοῦ εἰς τὸ ξύλον·" ἐσταυρώθη δὲ ὑπὲρ πάντων καὶ διὰ πάντας, ἵνα ἑνὸς ὑπὲρ πάντων ἀποτεθνηκότος, οἱ πάντες ζήσωμεν ἐν αὐτῷ· οὐ γὰρ ἦν δυνατὸν "κρατεῖσθαι αὐτὸν ὑπὸ" τοῦ θανάτου, ἀλλ' οὐδ' ἂν τῆς κατὰ φύσιν ζωῆς κατεκράτησεν ἡ φθορά. ὅτι δὲ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ προσήγαγε σάρκα Χριστὸς, καὶ διὰ τῶν αὐτοῦ γνωσόμεθα λόγων· "Πάτερ γὰρ, φησὶν, ἅγιε "τήρησον αὐτούς·" καὶ πάλιν "Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω "ἐμαυτόν·" ἑαυτὸν δέ φησιν ἁγιάζειν ἐν τούτοις, οὐκ εἰς ἁγιασμὸν ὠφελῶν τὸν ἐν καθάρσει ψυχῆς, ἤτοι πνεύματος, ὡς ἐφ' ἡμῶν νοούμενον, ἀλλ' οὐδὲ τὴν τοῦ Ἁγίου Πνεύματος μέθεξιν· ἦν γὰρ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς· ἦν τε καὶ ἔστιν ἅγιος ἀεὶ, καὶ ἔσται κατὰ τὸ διηνεκές· τὸ δέ Ἁγιάζω φησὶν ἐν τούτοις, ἀντὶ τοῦ Ἀνατίθημι καὶ προσάγω καθάπερ ἄμωμον ἱερεῖον εἰς ὀσμὴν εὐωδίας. ἡγιάζετο γὰρ, ἤτοι κατὰ νόμον ἐκαλεῖτο ἅγιον τὸ τῷ θείῳ θυσιαστηρίῳ προσκομιζόμενον.