Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.520
Not analysed yet
Δέδωκε τοιγαροῦν ὑπὲρ τῆς ἁπάντων ζωῆς τὸ ἴδιον σῶμα ὁ Χριστὸς, ἐνοικίζει δὲ πάλιν ἡμῖν δι' αὐτοῦ τὴν ζωὴν, καὶ ὅπως, ἐρῶ κατὰ δύναμιν. ἐπειδὴ γὰρ ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἐνῴκηκε τῇ σαρκὶ, μετεσκεύασεν αὐτὴν εἰς τὸ ἴδιον ἀγαθὸν, τουτέστι τὴν ζωὴν, καὶ ὅλος αὐτῇ κατὰ τὸν ἄῤῥητον τῆς ἑνώσεως λόγον συμβεβηκὼς ζωοποιὸν ἀπέδειξε, καθάπερ οὖν ἐστι κατὰ φύσιν αὐτός. διὰ τοῦτο ζωοποιεῖ τοὺς μετέχοντας αὐτοῦ τὸ σῶμα Χριστοῦ· ἐξελαύνει γὰρ τὸν θάνατον, ὅταν ἐν τοῖς ἀποθνήσκουσι γένηται, καὶ ἐξίστησι τὴν φθορὰν, τὸν τὴν φθορὰν ἀφανίζοντα Λόγον τελείως ὠδῖνον ἐν ἑαυτῷ. Ἀλλ' ἐρεῖ τις τυχὸν, εἰς τὴν τῶν κεκοιμημένων ἀναβίωσιν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀπερείσας Οἱ γὰρ πίστιν μὲν τὴν εἰς Χριστὸν οὐ παραδεξάμενοι, μέτοχοί τε οὐ γεγονότες αὐτοῦ, κατὰ τὸν τῆς ἀναστάσεως οὐκ ἀναβιώσονται χρόνον. τί δέ; οὐχὶ παλινδρομήσει πρὸς ζωὴν σύμπαν τὸ ποίημα τὸ πεπτωκὸς εἰς θάνατον; Ἀλλὰ ναὶ πρὸς ταῦτα ἐροῦμεν, ἀναβιώσεται πᾶσα σάρξ· ἐγερθήσεσθαι γὰρ τοὺς νεκροὺς ὁ προφητικὸς προαγορεύει λόγος. λογιούμεθα γὰρ ἐπὶ πᾶσαν διήκειν τὴν ἀνθρωπότητα τὸ διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ μυστήριον, καὶ ἐν αὐτῷ καὶ πρώτῳ πᾶσαν ἀπολελῦσθαι πιστεύομεν τῆς φθορᾶς τὴν ἡμετέραν φύσιν. πάντες γὰρ ἀναστήσονται, καθ' ὁμοιότητα τοῦ δι' ἡμᾶς ἐγηγερμένου καὶ πάντας ἔχοντος ἐν ἑαυτῷ, καθάπερ ἦν ἄνθρωπος. καὶ ὥσπερ ἐν τῷ πρωτοπλάστῳ κατεκλίθημεν εἰς θάνατον, οὕτως ἐν τῷ πρωτοτόκῳ πάλιν, τῷ δι' ἡμᾶς, ἐκ νεκρῶν ἀναβιώσονται σύμπαντες· ἀλλ' "οἱ "μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς," καθάπερ γέγραπται, "οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν "κρίσεως." δοίην δ' ἂν ἔγωγε καὶ οὐ τῷ τυχόντι μέτρῳ,