Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.521
Not analysed yet
θανάτου πικρότερον τὸ ἀναστῆναι πρὸς κόλασιν, καὶ εἰς μόνας αἰκίας τὸ ἀναβιῶναι λαβεῖν. κυριώτερον τοιγαροῦν ζωὴν ὄντως τὴν ἐν Χριστῷ νοητέον, τὴν ἐν ἁγιασμῷ καὶ μακαριότητι καὶ ἀδιαπτώτῳ τῇ θυμηδίᾳ· ἐπεὶ καὶ ταύτην ἀληθῶς οὖσαν τὴν ζωὴν ἐξεπίσταται καὶ ὁ σοφὸς Ἰωάννης λέγων "Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ δὲ "ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ "μενεῖ ἐπ' αὐτόν." ἰδοὺ γὰρ ἰδοὺ τὸν ἐν ἀπειθείᾳ κατειλημμένον τὴν ζωὴν οὐκ ὄψεσθαί φησι· καίτοι παντὸς τοῦ ποιήματος παλινδρομήσειν εἰς ζωὴν καὶ ἀναστήσεσθαι προσδοκωμένου. πρόδηλον οὖν, ὅτι τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην, τὴν ἐν δόξῃ φημὶ καὶ ἐν ἁγιασμῷ, ζωὴν εἰκότως ἀπεκάλεσεν ὁ Σωτὴρ, ἣν ὅτι διώκειν δεήσει πρὸς μετάληψιν ἰόντας τῆς ζωοποιούσης σαρκὸς, οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον. Ἐπειδὴ δὲ διὰ πολλῶν ἤδη τῶν προκειμένων ἄρτον ἑαυτὸν ἀπεκάλεσεν ὁ Σωτὴρ, ἴδωμεν πάλιν, εἰ μήτι τῶν προκατηγγελμένων εἰς νοῦν ἀναφέρεσθαι τὸν ἡμέτερον καὶ διὰ τούτου βούλεται, καὶ τῶν ἐν τοῖς ἱεροῖς κειμένων ἀναμιμνήσκει γραμμάτων, ἐν οἷς ὡς ἐν ἄρτου σχήματι καὶ πάλαι κατεσημαίνετο. γέγραπται τοίνυν ἐν τοῖς ἀριθμοῖς "Καὶ "ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς "Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς "εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, καὶ ἔσται ὅταν "ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀφελεῖτε ἀφαίρεμα "ἀφόρισμα Κυρίῳ· ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα "ἀφοριεῖτε αὐτὸ, ὡς ἀφαίρεμα ἀπὸ ἅλωνος, οὕτως ἀφοριεῖτε "αὐτὸν, ἀπαρχὴν φυράματος ὑμῶν, καὶ δώσετε τῷ Κυρίῳ "ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν." αἰνιγματωδῶς μὲν οὖν καὶ παχεῖαν ὥσπερ τὴν ἀπὸ τοῦ γράμματος περιστολὴν ἔχων ὁ