Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.522
Not analysed yet
νόμος τὰ τοιαῦτα διετύπου· προανεφώνει δὲ πάλιν τὸν ἄρτον ὄντως τὸν ἀληθινὸν τὸν ἐξ οὐρανοῦ καταφοιτῶντα, τουτέστι Χριστὸν, καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἐννόει γὰρ ὅπως ἄνθρωπος καθ' ἡμᾶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν γεγενημένος, ἀπαρχή τις ὥσπερ τοῦ ἡμετέρου φυράματος καὶ ἀφόρισμα κατὰ τὸ γεγραμμένον, ἀνετέθη τῷ Θεῷ καὶ Πατρὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος, καὶ ἀπαρχὴ τῆς ἁπάντων ἀναστάσεως εἰς αὐτὸν ἀναβαίνων τὸν οὐρανόν· ἐλήφθη μὲν γὰρ ἐξ ἡμῶν, σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθάπερ ὁ Παῦλός φησιν, ἀνετέθη δὲ ὡς ἐξ ἁπάντων καὶ ὑπὲρ πάντων, ἵνα τοὺς πάντας ζωοποιήσῃ, καὶ καθάπερ ἐξ ἅλωνος δράγμα τὸ πρῶτον ἀναφέρηται τῷ Θεῷ καὶ Πατρί. ὥσπερ δὲ ὑπάρχων κατ' ἀλήθειαν φῶς, ἐπετίθει τοῖς ἑαυτοῦ μαθηταῖς τὴν ἀπὸ τοῦ πράγματος χάριν· "Ὑμεῖς γάρ ἐστε," φησὶ, "τὸ φῶς τοῦ κόσμου·" οὕτω καὶ ἄρτος ὑπάρχων ὁ ζῶν καὶ ὁ πάντα ζωογονῶν καὶ πρὸς τὸ εἶναι συνέχων, καθ' ὁμοιότητα πάλιν καὶ διὰ σκιᾶς τῆς κατὰ τὸν νόμον, ὡς ἐν ἄρτοις δώδεκα τὸν ἱερὸν ἀνετύπου τῶν ἀποστόλων χορόν. λέγει γὰρ οὕτως ἐν τῷ Λευιτικῷ "Καὶ ἐλάλησε Κύριος "πρὸς Μωυσῆν λέγων Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ "λαβέτωσάν σοι ἔλαιον ἐλάϊνον καθαρὸν κεκομμένον εἰς "φῶς, καῦσαι λύχνον διὰ παντὸς ἔξωθεν τοῦ καταπετά"σματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου." εἶτά φησιν ἐπὶ τούτοις "Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώ"δεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· καὶ ἐπιθή"σετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν "τράπεζαν τὴν καθαρὰν ἔναντι Κυρίου, καὶ ἐπιθήσετε ἐπὶ "τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσται εἰς ἄρτους "εἰς ἀνάμνησιν προκείμενα τῷ Κυρίῳ." Λύχνον μὲν οὖν τὸν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ ἔξωθεν τοῦ καταπετάσματος τὸν καταφωτίζοντα, τὸν μακάριον Ἰωάννην