Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.523
Not analysed yet
ἐν τοῖς προλαβοῦσιν εἶναι δεδώκαμεν, τρεφόμενον μὲν ἐλαίῳ τῷ καθαρωτάτῳ, τουτέστι, τῷ διὰ τοῦ Πνεύματος φωτισμῷ· ἔξω γεμὴν τοῦ καταπετάσματος, ἐπείπερ ἐστὶν ὁ λόγος αὐτῷ κατηχητικός "Ἑτοιμάσατε γὰρ τὴν ὁδὸν Κυρίου, φησὶν, "εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν." τὰ δὲ ἔσω τοῦ καταπετάσματος, τουτέστι, τὸ ἀποκεκρυμμένον περὶ Χριστοῦ μυστήριον, οὐ λίαν ἐκφαίνει. "Ἐγὼ μὲν" γὰρ, φησὶν, "ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω "μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς "τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ"ματι Ἁγίῳ καὶ πυρί." ὁρᾷς οὖν ὅπως καταλάμπει μὲν αὐτὸς, ὡς ἐν ἁπλουστέρῳ τῷ λόγῳ καλῶν εἰς μετάνοιαν, τὰ γεμὴν ἔσω τοῦ καταπετάσματος ἀπογυμνοῦν ἐπιτρέπει τῷ βαπτίζοντι διὰ πυρὸς καὶ Πνεύματος; καὶ πλατύτερον μὲν τὰ περὶ τούτων διειλήφαμεν, προτεθέντος ἡμῖν ῥητοῦ, κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου "Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος "καὶ φαίνων·" ἡψάμεθα δέ πως ἐκ παραδρομῆς ἀρτίως, ἐπείπερ ἦν ἀναγκαῖον, μετὰ τὴν Ἰωάννου πάροδον, γείτονα δεικνύειν καὶ εὐθὺς κειμένην τῶν ἁγίων ἀποστόλων τὴν ἀνάῤῥησιν. Διὰ γὰρ ταύτην οἶμαι τὴν αἰτίαν ὁ λόγος προκατασημήνας αὐτὸν διὰ τοῦ λύχνου, τὴν ἐπὶ τοῖς δώδεκα ἄρτοις θεωρίαν ἡμῖν παρατίθησι· "Ποιήσετε γὰρ, φησὶ, δώδεκα "ἄρτους· δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς." ἔθος τῇ θείᾳ γραφῇ τὸν ἀριθμὸν τὸν δέκα, τέλειον ἀεὶ προσδέχεσθαι καὶ εἰδέναι πληρέστατον, ἐπείπερ ἡ τῶν ἐφεξῆς ἀριθμῶν πάροδός τε καὶ θέσις, ἀνακύκλησίν τινα καὶ πολυπλασιασμὸν τῶν αὐτῶν εἰς τὰ αὐτὰ δεχομένη, πρὸς ὅπερ ἄν τις ἐθελήσαι βαδίζει καὶ ἐκτείνεται. ἐκ δύο τοιγαροῦν δεκάτων ἕκαστον εἶναι κελεύει, ἵνα τὸ τέλειον ἴδῃς ἐν τοῖς μαθηταῖς, ἐν ἴσῃ τῇ ξυνωρίδι, τῇ τε πραγματικῇ φημι καὶ τῇ κατὰ θεωρίαν