Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.524
Not analysed yet
ἀρετῇ. ἐπιτίθεσθαι γεμὴν δύο θέματα κελεύει χρησίμως, μονονουχὶ καὶ τὴν στάσιν αὐτὴν ὑποδεικνὺς, ἣν ἔθος ἦν κατὰ τὸ εἰκὸς ποιεῖσθαι, μέσον ἀεὶ τὸν Κύριον δεχομένους, καὶ ὥσπερ τινὰ καθηγητὴν ἀεὶ κυκλοῦν εἰθισμένους αὐτόν. ἵνα δὲ μάθωμεν, ὅτι καθάπερ ὁ Παῦλός φησι, Χριστοῦ γεγόνασιν εὐωδία τῷ Θεῷ καὶ Πατρὶ, ἐπιτίθεσθαι τοῖς ἄρτοις κελεύει τὸν λιβανωτὸν, καταπάττεσθαι δὲ καὶ ἁλσίν. εἴρηται γάρ που πρὸς αὐτούς "Ὑμεῖς ἐστε τὸ ἅλας τῆς "γῆς·" ἀλλὰ καὶ τῇ τῶν σαββάτων ἡμέρᾳ προσκομίζεσθαι κελεύει χρησίμως· ἀνεδείχθησαν γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐσχάτη δὲ τῆς ἑβδομάδος ἡμέρα τὸ σάββατον. καὶ οὐχὶ τοῦτο μόνον, ἀλλ' ἐπείπερ κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐσαββατίσαμεν πνευματικῶς· ἠργήσαμεν γὰρ ἐξ ἁμαρτιῶν. συνέβη δὲ καὶ τοὺς ἁγίους τότε ἡμῖν ἀποστόλους ἀναδειχθῆναι, ὧν καὶ τὰ θεῖα τρεφόμενοι συγγράμματα πρὸς ζωὴν ἀναβαίνομεν τὴν ἐν ἁγιασμῷ. διὰ τοῦτο κατὰ τὴν τῶν σαββάτων ἡμέραν προκεῖσθαι μάλιστα κελεύει τοὺς ἄρτους ἐν τῇ ἁγίᾳ τραπέζῃ, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ· σημαίνεται γὰρ πολλάκις ἀπὸ μέρους τὸ πᾶν. τί δ' ἂν γένοιτο τῆς ἁγίας Χριστοῦ τραπέζης τὸ ἁγιώτερον; οὐκοῦν ὡς ἄρτος μὲν ὁ Σωτὴρ προανετυποῦτο κατὰ τὸν νόμον· ἄρτοι δὲ πάλιν οἱ μαθηταὶ καθ' ὁμοιότητα τὴν αὐτοῦ· πάντα γὰρ ἀληθινῶς μὲν ἦν ἐν Χριστῷ, καθ' ὁμοιότητα δὲ τὴν ὡς πρὸς αὐτὸν, καὶ ἐφ' ἡμᾶς διὰ τῆς αὐτοῦ χάριτος. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς. "Πάντα ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι "γνῶσιν," κατὰ τὸ γεγραμμένον· σκοτεινὸν δὲ τοῖς ἀνοήτοις