Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.525
Not analysed yet
καὶ τὸ λίαν εὐμαθές. ὁ μὲν γὰρ συνετὸς ὄντως ἀκροατὴς, τὸ μὲν τῶν μαθημάτων εὐσυνοπτότερον τῷ τῆς διανοίας ἐγκατακλείει θησαυρῷ, μελησμὸν ἐπὶ τούτῳ μηδένα καταδεξάμενος· τὰ δὲ ἐφ' οἷς ἂν φαίνηται χαλεπὸς ὁ λόγος, ταῖς ἐρεύναις περινοστεῖ, καὶ φιλοπευστῶν οὐ παύεται. καί μοι δοκεῖ τοιοῦτόν τι χρησίμως ἐπείγεσθαι δρᾶν, ὁποῖόν τι φασὶ τὰς εὐδρομωτάτας καὶ θηρευτικὰς ἀπεργάζεσθαι κύνας, αἳ πρὸς αἴσθησιν τὴν διὰ ῥινῶν πολλὴν ἔχουσαι παρὰ τῆς φύσεως τὴν ὀξύτητα, τὰς τῶν ζητουμένων καταδύσεις ἀεὶ περιθέουσιν. ἢ γὰρ οὐχὶ πρὸς τοιαύτην τινὰ τὴν ἕξιν καλέσει τὸ σοφὸν καὶ προφητικὸν ὧδε λόγιον ἔχον "Ζητῶν "ζήτει, καὶ παρ' ἐμοὶ οἴκει;" χρὴ γὰρ ζητοῦντα ζητεῖν, τουτέστι, συντονωτάτην εἰς τοῦτο τὴν προθυμίαν εἰσφέροντα μὴ ἀπονοσφίζεσθαί ποι πρὸς ἐξιτήλους ἐννοίας, ἀλλ' ὅσῳπερ ἂν ἀποτραχύνηταί τι πρὸς δυσχέρειαν, τοσούτῳ δὴ μᾶλλον ὀξυτέρῳ προσέχεσθαι νῷ, καὶ γοργοτέραις ἐνθυμημάτων ἐκπολιορκεῖν προσβολαῖς τὸ κρυπτόμενον. ἀλλὰ γὰρ ὁ ἀτριβής τε καὶ ἀχειραγώγητος νοῦς, ὅπερ ἂν αὐτὸν ἀνατρέχῃ, τοῦτο πάντως ἐξυβρίζει ταῖς ἀπειθείαις, καὶ ὡς κίβδηλον ἐκτρέπεται τὸ νικῶν, ἐξ ἀπαιδεύτου θράσους καὶ εἰς ἐσχάτην ἀναβαίνων ὑπεροψίαν. τὸ γὰρ μηδενὶ παραχωρεῖν ἐθέλειν, μηδὲ οἴεσθαί τι μεῖζον ὑπάρχειν αὐτοῦ, πῶς οὐκ ἂν εἴη λοιπὸν, ὅπερ ἀρτίως εἰρήκαμεν; Τούτῳ περιπεσόντας τῷ πάθει καὶ τοὺς Ἰουδαίους εὑρήσομεν εἰς τὴν τοῦ πράγματος ἀφορῶντες φύσιν. δέον γὰρ αὐτοὺς παραδέχεσθαι μὲν ἀμελ[λ]ητὶ τοῦ Σωτῆρος τοὺς λόγους, προτεθαυμακότας ἤδη διὰ πολλῶν τὴν θεοπρεπῆ δύναμιν αὐτοῦ καὶ τὴν ἐφ' ἅπασιν ἄμαχον ἐξουσίαν, ἐπὶ δὲ τοῖς δυσεφίκτοις φιλοπευστεῖν, καὶ παιδεύεσθαι μᾶλλον παρα-