Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.526
Not analysed yet
καλεῖν περὶ ὧν ἂν φαίνοιντο δυσχεραίνοντες· πάλιν τό Πῶς ἀνοήτως ἐπὶ Θεοῦ λέγουσιν, ὥσπερ οὐκ εἰδότες, ὅτι δυσφημίας ἁπάσης ἀνάπλεως ὁ λόγος ὁρᾶται. τὸ γὰρ πάντα δύνασθαι κατορθοῦν ἀκονιτὶ πρόσεστι τῷ Θεῷ· ψυχικοὶ δὲ ὄντες, καθάπερ φησὶν ὁ μακάριος Παῦλος, οὐκ ἐδέχοντο "τὰ "τοῦ πνεύματος τοῦ Θεοῦ, μωρία" δὲ αὐτοῖς τὸ σεπτὸν οὕτως ὁρᾶται μυστήριον. Δεῖ τοιγαροῦν ἐντεῦθεν ἡμᾶς ὠφελουμένους, καὶ ἐξ ὧν ἕτεροι πταίουσι τὸν οἰκεῖον ἐπανορθοῦντας βίον, ἐν ταῖς παραλήψεσι τῶν θείων μυστηρίων πίστιν μὲν ἔχειν ἀζήτητον, μηδενὶ δὲ τῶν λεγομένων ἐπιφέρειν τό Πῶς· Ἰουδαϊκὸν γὰρ τὸ ῥῆμα, καὶ κολάσεως δὲ τῆς ἐσχάτης διὰ τοῦτο παραίτιον· ἐπεὶ καὶ ὁ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενος· Νικόδημος δὲ οὗτος ἦν· τό "Πῶς δύναται ταῦτα γενέσθαι" λέγων, ὅτε τῶν θείων κατηκροᾶτο λόγων, ἐγελᾶτο δικαίως ἀκούσας "Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ "γινώσκεις;" ἐντεχνέστεροι τοίνυν πρὸς τὴν τοῦ συμφέροντος θήραν καὶ διὰ τῆς ἑτέρων ἀτοπίας εὑρισκόμενοι, τό Πῶς λέγειν ἐφ' οἷς ἂν ἐργάζηται Θεὸς παραιτώμεθα, ἀνατιθέναι δὲ μᾶλλον μελετήσωμεν αὐτῷ τῶν ἰδίων ἔργων τὴν ὁδὸν ἐξεπίστασθαι· ὅνπερ γὰρ τρόπον εἴσεται μὲν οὐδεὶς, τὸ τί κατὰ φύσιν ἐστὶν ὁ Θεὸς, δικαιοῦται δὲ πιστεύων "ὅτι ἐστὶ, "καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται," οὕτως ἀγνοήσει μὲν πάλιν τὸν ἐφ' ἑκάστῳ τῶν τελουμένων παρ' αὐτοῦ τρόπον, ἀνατιθεὶς δὲ τῇ πίστει τὴν ἔκβασιν, καὶ τὸ πάντα δύνασθαι συναινῶν τῷ ὑπὲρ πάντας Θεῷ, κομιεῖται τῆς οὕτως ἀγαθῆς διαλήψεως οὐκ εὐκαταφρόνητον τὸν μισθόν. οὕτω γὰρ ἡμᾶς διακεῖσθαι καὶ αὐτὸς ἐθέλων ὁ πάντων Δεσπότης διὰ τοῦ προφήτου φησὶν Ἡσαίου "Οὐ "γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ "ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος· ἀλλ' ὡς