Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.527
Not analysed yet
"ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί "μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς "διανοίας μου·" ὁ δὲ τοσοῦτον ἡμῶν κατά τε σοφίαν καὶ δύναμιν ὑπερκείμενος, πῶς οὐχὶ καὶ ἐργάσεται παραδόξως, καὶ τὴν ἡμετέραν ὑπεραλεῖται κατάληψιν; Βουλοίμην δ' ἂν ἔτι καὶ λογισμὸν ἐπὶ τούτοις οὐκ ἄκομψον, ὥς γε μοι φαίνεται, παρεισενεγκεῖν. οἱ μὲν γὰρ κατὰ τονδὲ τὸν βίον τῆς καλουμένης μηχανικῆς τὴν ἐπιστήμην ἐπανελόμενοι, μέγα τι πολλάκις κατορθοῦν ἐπαγγέλλονται, καὶ τῶν μὲν ἀκροωμένων διαλανθάνει τὸν νοῦν πρὸ τῆς θεωρίας τῶν δρωμένων ἡ μέθοδος· εἰς δὲ τὴν ἐνοῦσαν αὐτοῖς ἀποβλέποντες τέχνην, καὶ πρὸ πείρας αὐτῆς ποιούμεθα τῇ πίστει δεκτὸν, τὸ ἀντιτείνειν ἔτι δυσωπούμενοι. πῶς οὖν, ἐρεῖ τις, οὐκ ἂν εἶεν εἰκότως δεινοῖς ἐγκλήμασιν ἔνοχοι, τὸν ἁπάντων ἀριστοτέχνην Θεὸν ταῖς ἀπειθείαις ἀτιμάζειν κατατολμῶντες, οἱ τό Πῶς ἐφ' ὧν ἂν ἐργάζηται λέγειν οὐ παραιτούμενοι, καίτοι σοφίας ἁπάσης χορηγὸν ἐγνωκότες αὐτὸν, καὶ ὅτι πάντα δύναται διὰ πάσης παιδευόμενοι τῆς θείας γραφῆς; εἰ δὲ ἐπιμένεις Ἰουδαῖε λέγων τό Πῶς, ἐρῶ σοι κἀγὼ τὴν σὴν ἀμαθίαν διὰ σὲ μιμούμενος Πῶς ἐξῆλθες ἐξ Αἰγύπτου; πῶς δὲ, εἰπέ μοι, καὶ εἰς ὄφιν μετετράπη ῥάβδος ἡ Μωυσαϊκή; πῶς ἐλεπρώθη μὲν ἡ χεὶρ, ἀποκατεστάθη δὲ αὖθις, ὡς γέγραπται; πῶς εἰς τὴν αἵματος φύσιν μετῆλθε τὸ ὕδωρ; πῶς διῆλθες διὰ μέσης θαλάσσης "ὡς διὰ ξηρᾶς;" πῶς δὲ διὰ ξύλου τὸ πικρὸν τῆς Μεῤῥᾶς ὕδωρ εἰς γλυκὺ μετεσκευάζετο; πῶς δέ σοι καὶ ὕδωρ ἐκ τῶν πετραίων ἀνεδόθη μαστῶν; πῶς ἐπὶ σὲ κατηνέχθη τὸ μάννα; πῶς δὲ κατὰ χώραν ἔστη πάλιν ὁ Ἰορδάνης; ἢ πῶς κατεσείσθη διὰ μόνης κραυγῆς τῆς Ἱεριχοῦς τὸ ἀπόρθητον τεῖχος, καὶ οὐκ ἐπιλείψει λέγοντά σε τό Πῶς; πολλὰ γὰρ