Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.54
Not analysed yet
Ἄλλο πρὸς τὸ ἴσον τῇ ἀντιθέσει σχῆμα, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὡς οὐδεμίαν ἔχων παραλλαγὴν πρὸς τὸν ἑαυτοῦ Πατέρα ὁ Υἱὸς, εἰκὼν δὲ ὑπάρχων ἀκριβεστάτη, "καὶ χαρακτὴρ τῆς "ὑποστάσεως αὐτοῦ," πρὸς τοὺς ἑαυτοῦ μαθητὰς εὑρίσκεται λέγων "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." ἀλλ' εἴπερ οὕτως ἔχων ὁμοούσιός ἐστι τῷ Πατρὶ, τὴν δὲ εἰς ἄλληλα πάντως ἀνάχυσιν ἐπιδέξεται τὰ ὁμοούσια, οὐδὲν κωλύσει κατὰ τὸ εἰκὸς Πατέρα νοεῖσθαι τὸν Υἱὸν, ὡς ὁμοούσιον Πατρὶ, καὶ μεταχωρεῖν εἰς ἐκεῖνο δυνάμενον, οὐδενὸς πρὸς τοῦτο παραποδίζοντος, εἴπερ ἐξαρκεῖ πρὸς τὸν τῆς μεταβολῆς τρόπον, ἤτοι μεταστάσεως, ὁ τῆς ὁμοουσιότητος λόγος. οὐκοῦν νοείσθω Πατὴρ ὁ Υἱὸς, λεγέτω δὲ, ὡς τοῦτο ὑπάρχων ἤδη, πρὸς τὸν ἀληθῶς ὄντα Πατέρα "Ἐκ γαστρὸς πρὸ "ἑωσφόρου ἐξεγέννησά σε·" ἀναλαμβανέτω δὲ εἰς ἑαυτὸν καὶ πᾶσαν ἁπλῶς τὴν Πατρὶ πρέπουσαν φωνήν. οὗ δὴ γεγονότος, τὸ πᾶν ἤδη συγκέχυται, καὶ τὸ ἀεὶ ὡσαύτως ἔχον, τουτέστιν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, συσταλήσεται πρὸς ἑνάδα λοιπὸν, εἴπερ τὸ ἑκάστῳ κυρίως τε καὶ ἰδιαζόντως προσὸν, τῷ τῆς ὁμοουσιότητος ἀφανισθήσεται λόγῳ, καὶ ἀνατρέψει τὴν τῶν προσώπων διαστολὴν ἡ τῆς φύσεως ταυτότης. ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα ἔσται Λόγος ὁ Πατὴρ, ὡς ὁμοούσιος Λόγῳ, μενεῖ δὲ ἄτρεπτος, τοῦτο ὑπάρχων ὅπερ ἐστὶ, κἂν ἔχῃ πρὸς τὸν ἴδιον Λόγον τὸ ὁμοφυὲς, ἤτοι τὸ ὁμοούσιον. καὶ δέδεικται λοιπὸν εἰκαῖον τὸ ἐκείνων πρόβλημα. Ἄλλο. Εἰ πᾶς λόγος τινός ἐστι λόγος, τοῦ προσχέοντος ἀπὸ γλώττης δηλονότι, ἢ καὶ ἐκ καρδίας ἐρευγομένου καὶ ἀναφέροντος· ἔσται δὲ Λόγος ὁ Πατὴρ, ἐπείπερ ἐστὶν ὁμοούσιος Λόγῳ· ἑαυτοῦ λόγος ἔσται λοιπὸν, μᾶλλον δὲ οὐδενὸς, ἢ καὶ ὅλως οὐχ ὑπάρχει· πῶς γὰρ ἔσται λόγος,