Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.55
Not analysed yet
μὴ ὄντος τινὸς, οὗ λόγος ἐστίν; ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἔσται ποτὲ τοῦ μὴ εἶναι δεκτικὴ ἡ θεία καὶ ἀκήρατος φύσις, οὐδὲ μεταχωρήσει ποτὲ εἰς Λόγον ὁ Πατὴρ, κἂν ὁμοούσιος ὑπάρχῃ Λόγῳ· μενεῖ δὲ Πατὴρ, οὗ καὶ Λόγος ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ τροπῆς ἁπάσης καὶ ἀλλοιώσεως τῆς κατὰ τὸν τῆς οὐσίας λόγον ἡ θεία φύσις ἀνεπίδεκτος εἶναι πιστεύεται· πῶς τὸν οἰκεῖον ὥσπερ ἀφεὶς τόπον, εἰς τὸ εἶναι Λόγος ὁ Πατὴρ μεταστήσεται; τροπῆς γὰρ ἔσται δεκτικὸς, ὡς ἐξ ἀνάγκης τοῦτο παθὼν, ὁ αὐτὸς δὲ οὐκ ἔσται μὴ τηρήσας ὅπερ ἦν ἐξ ἀρχῆς. εἰ δὲ τοῦτο ἄτοπον· τὸ γὰρ ἀλλοιοῦσθαι τῆς θείας φύσεως παντελῶς ἀλλότριον· οὐκ ἄρα ἕξει τὴν μεταβολὴν τὴν εἰς Λόγον ὁ Πατὴρ, ἀλλ' ἔσται Πατὴρ ἀεὶ, τὸ ἄτρεπτον ἔχων καὶ ἀναλλοίωτον ὡς Θεός. Ἄλλο ὡς ἐκ τοῦ αὐτοῦ, διηγηματικῶς. Θεὸν ἀληθινὸν ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ πεφηνότα δεικνύων ἑαυτὸν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος τε καὶ Υἱὸς, "Πάντα, φησὶν, ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν·" ἀλλ' εἰ καὶ πάντων ἐστὶ τῶν ἐνόντων τῷ Πατρὶ φυσικῶς ἰδιωμάτων κληρονόμος ὁ Υἱὸς, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων· ἀλλά γε τὸ εἶναι Πατὴρ οὐχ ἕξει ποτέ· καὶ τοῦτο γὰρ ἓν τῶν προσόντων τῷ γεννήτορι· μενεῖ δὲ ὁ Υἱὸς οὐδενὸς ἀποστερούμενος τῶν ἐνόντων τῷ Πατρὶ, κἂν μὴ νοῆται Πατὴρ, πάντα δὲ ἔχων ἐν ἑαυτῷ τελείως τὰ τῆς τοῦ Πατρὸς οὐσίας ἴδια καὶ ἐξαίρετα. τὸν αὐτὸν δὴ τοῦτον τοιγαροῦν καὶ τῷ προσώπῳ τοῦ Πατρὸς ἐφαρμόσαντες λόγον, πάντα μὲν ἔχειν αὐτὸν τὰ τοῦ Υἱοῦ φαμεν φυσικῶς, μὴ μὴν δύνασθαί ποτε, καὶ εἰς υἱότητα καὶ εἰς τὸ εἶναι Λόγος μεταχωρεῖν, ὡς δὲ